[ ] Phokis — Delphi — undated
1                        [θεός· τύχαν ἀγαθ][ν]·
[ἄρχοντος Λυ]σιμάχου τοῦ Νεικάνορος, μηνὸς Ἀπε[λλαίου ὀγδόῃ]
[ἱσταμένου, ἐν ἐν]νόμωι ἐκκλησίαι, βουλευόντων δὲ τῆς πόλε̣[ως Ἐπινίκου]
[τοῦ Νικοστρά]του, Κλεάνδρου τοῦ Φίλωνος· Δάμων Πολεμάρχ[ου εἶπεν· ἐπειδὴ]
5 [Τελεσάγορ]ος Ἄρχωνος, ἄξιος εἶναι κριθεὶς ὑπὸ Διοδώρου τοῦ Ὀρέσ̣[του Δελφὸς γί]-
[γνεσθαι καὶ τ]ῆς αὑτοῦ θυγατρὸς Εὐτελήας ἀνὴρ εἶναι, συνεγράψατο πρὸς [Δι]όδωρον Ε[ὐ]-
[τέληαν γα]μ̣ήσειν, ἔδοξε τῆι πόλει τῶν Δελφῶν, Διοδώρου πάντα παρε̣[σ]χημένου τῆι Ε[ὐ]-
[τελήαι καὶ εἶναι] ἄξιον κεκρικότος Τε̣λεσάγορον Ἄρχωνος ἄνδρα τῆς ἰδία[ς] θυγατρὸς Εὐτ[ε]-
[λήας, δεδόσθ]α̣ι̣ αὐτῶι πολειτήαν, οὐ τὴν κοινήν, προξενίας ἢ τιμ[ῆ]ς εἵνεκεν ἣν ἄ[ν]
10 [τις τῶν ἄλλ]ων <ν>ομιμώτατα λάβοι παρὰ Δελφῶν, εἶναί τε αὐτὸν καὶ δαμιουργὸν κ[αὶ]
[μετέχει]ν ἀρχῆς καὶ ἱερω{ω}σύνης {²⁶ἱερωσύνης}²⁶ ἁπάσης, ἧς οἱ εὐγενῖς Δελφῶν μετέχουσι·
[πεμψάτω δ]ὲ τὸ ἀντίγραφον τῆς πολειτήας ὑπὸ δημοσίαν σφρ[α]γεῖδα καὶ πρὸς
[τὴν τῶν Ἀβ]αίων πόλιν Δάμων Πολεμάρχου ὁ ἱερεὺς τοῦ Ἀπόλλων[ο]ς τοῦ Πυθίου.
Search Help
Contact Us