[ ] Phokis — Delphi — undated
1 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπεὶ Εὐβίοτος Φιλοκράτεος Ἀμβρύσσιος εὔνους
ὑπάρχων διατελεῖ τᾶι πόλει καὶ τῶν πολιτῶν τοῖς ἐντυγχανόντοις εὔχρηστον
αὐτοσαυτὸν παρασκευάζει καὶ κοινᾶι καὶ ἰδίαι περὶ ὧν κά τις αὐτοῦ τυγχάνῃ χρείαν
ἔχων· ἀγαθᾶι τύχαι· ἐπαινέσαι Εὐβίοτον Φιλοκράτεος Ἀμβρύσσιον καὶ ὑπάρ-
5 χειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδι-
κίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλ-
λοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἄρχοντος Βαβύ-
λου, βουλευόντων Ἄρχωνος, Μελισσίωνος, Κλεομάντιος.
Search Help
Contact Us