[ ]
Phokis — Delphi — undated
| 1 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν· ἐπεὶ Εὐβίοτος Φιλοκράτεος Ἀμβρύσσιος εὔνους |
| ὑπάρχων διατελεῖ τᾶι πόλει καὶ τῶν πολιτῶν τοῖς ἐντυγχανόντοις εὔχρηστον | |
| αὐτοσαυτὸν παρασκευάζει καὶ κοινᾶι καὶ ἰδίαι περὶ ὧν κά τις αὐτοῦ τυγχάνῃ χρείαν | |
| ἔχων· ἀγαθᾶι τύχαι· ἐπαινέσαι Εὐβίοτον Φιλοκράτεος Ἀμβρύσσιον καὶ ὑπάρ- | |
| 5 | χειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενίαν, προμαντείαν, προδι- |
| κίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν καὶ τἆλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλ- | |
| λοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑπάρχει· ἄρχοντος Βαβύ- | |
| λου, βουλευόντων Ἄρχωνος, Μελισσίωνος, Κλεομάντιος. |