[ ]
Phokis — Delphi — 142/1-141/0 BC
1 | [θεός]· τύχαν· |
[ἐπεὶ Ξενέας] Βαβύλου, Εὐάγγελος Πάτρωνος, Δεξώνδας Δάμωνος οἱ ἐξαποστα- | |
λέντες πρεσβευταὶ ὑπὸ τᾶς πόλιος ἐν Ὑπά̣ταν περὶ ὧν χρείαν εἴχομες, παραγε- | |
νόμενοι καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν διελέγησαν ὑπὲρ Εὐξέ̣νου τοῦ Κλέ- | |
5 | ωνος Ὑπαταίου διότι εὔχρηστον αὐτοσαυτὸν παρασκευάζει καὶ ἐκτενῆ πε- |
ρὶ [τοὺς ἐντυγχάνοντας αὐτῶι τῶν πολιτᾶν] καὶ εὔνου̣ς ὢν ὑπάρχει τᾶι πόλει· | |
[ἐπὶ τούτοις]· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψά- | |
φοις ταῖς ἐννόμοις· ἐπαινέσαι Εὔξενον Κλέωνος Ὑπαταῖον ἐπὶ τᾶι προαιρέσει | |
ἇι ἔχων διατέλει ποτὶ τὰν πόλιν ἁμῶν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ | |
10 | τᾶς πόλιος προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ πᾶ- |
σι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ | |
[εὐεργέταις τᾶς πόλιος ὑπάρχ]ε[ι· ἄρχοντος Κλεοδά]μου, βουλευόντων τὰν δευτ[έ]- | |
[ραν ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου], Ἁγίωνος τοῦ Πολυκλείτου, γραμματεύ- | |
[οντος δὲ βουλᾶς Κλεοδάμου τοῦ Μαντία]. |