[ ] Phokis — Delphi — 168/7 BC
1                               [ἀγα]θᾶι τύχαι·
[ἄρχοντος Κλ]έ̣ωνος, βουλευόντων τὰν πρώταν ἑξάμηνον Καλλία, Ἥρυ-
[ος, Πασίωνος, Δε]λ̣φοὶ ἔδωκαν Λευκίωι Ὁρτησίωι Βρεντεσίνωι, αὐτῶι καὶ ἐκγό-
[νοις, προξεν]ίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν-
5 [των καὶ τἆ]λλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος·
[εἶμεν δὲ αὐ]τὸν θεωροδόκον τῶν τε Πυθίων καὶ Σωτηρίων.
Search Help
Contact Us