[ ] Phokis — Delphi — 189/8 BC
1                              [θεός]· τύχ[α]·
[ἄρχοντος Ξένωνος τοῦ Ἀτεισίδα, βου]λευόντων Δεξικράτεος, Κλεοδάμ[ου],
[Ξένωνος· ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐ]ν ἀγορᾶι τελείωι σὺμ ψάφ̣ο̣ι̣ς̣ ταῖς ἐννό̣μοι̣[ς]·
[ἐπειδὴ Ἧρυς Εὐδώρου, Δαμοσθέ]νης Ἀρχέλα ποτιπορευθέντες ποτὶ τὰν ἐκκλη-
5 ίαν διελέγην περὶ Μαάρκου Αἰμ]υλίου Λεπέδου Ῥωμαίου, ἀπολογιζόμενοι ἃν ἔχει
[αἵρεσιν ποτί τε τὰν πόλιν καὶ] πάντας Δελφούς· δεδόχθαι τᾶι πόλει, ἐπαινέσαι
[Μάαρκον Αἰμίλιον Λέπεδον] Ῥωμαῖον καὶ εἶμεν αὐτὸν πρόξενον κα[ὶ εὐεργ]έταν
[τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος, α]ὐτὸν καὶ ἐκγόνους· ὑπάρχειν δὲ αὐτῶι προμαν-
[τείαν, προδικίαν, ἀτέλεια]ν, ἀσυλίαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀ̣γ[ώ]νοις οὓς
10 [ἁ πόλις τίθητι, καὶ τἆλ]λα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐερ[γ]έ̣ταις.
Search Help
Contact Us