[ ] Phokis — Delphi — undated — SGDI 2765
I.1 Δελφοὶ ἔδωκαν Μνασέαι Μενάνδρου Παριανῶι
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν,
προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν-
των καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
5 καὶ εὐεργέταις· ἄρχοντος Ἀρισταγόρα, βουλευόν-
των Δάμωνος, Ταραντίνου, Ἵππωνος.
II.7 Δελφοὶ ἔδωκαν Μητροφάντωι Ἑστιαίου Παρια[νῶι]
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν,
προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάν-
10 των καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις
καὶ εὐεργέταις· ἄρχοντος Ἀρισταγόρα, βουλευόν-
των Δάμωνος, Ταραντίνου, Ἵππωνος.
III.13                             θεοί·
Δελφοὶ ἔδωκαν Φιλάρχωι Ἑλλανίωνος Μακεδόνι Ἐ[λ]ειμιώτ[ηι]
15 ἐκ Πυθείου αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρί-
αν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλ-
λοις προξένοις καὶ εὐεργέταις· ἄρχοντος Ἀρισταγόρα, βουλευόν-
των Δάμωνος, Ταραντίνου, [Ἵππωνος].
Search Help
Contact Us