[ ]
Phokis — Delphi — 276/5 BC — SIG(3) 438; SGDI 2746
1 | [ἄ]ρχοντος Ἀριστίωνος, βουλευόν- |
των Εὐαγόρα, Αἰακίδα, Μαντία, Δί- | |
ωνος, Ἐπικράτεος· ἔδοξε τᾶι πό- | |
λει τῶν Δελφῶν ἐν ἀγορᾶι τελε- | |
5 | ίωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐ- |
πειδὴ Κότυς Ῥαίζδου Θραικῶν | |
βασιλεὺς ἔν τε τοῖς πρότερον | |
χρόνοις εὔνους ὢν διετέλει | |
τῶι τε ἱερῶι καὶ τᾶι πόλει, καὶ το- | |
10 | ῖς ἰδίαι παραγινομένοις πο- |
τὶ αὐτὸν φιλανθρώπως χρεί- | |
μενος, καὶ νῦν παραγενόμε- | |
νος Τύριλλος ὁ Νεαπολίτας | |
ἐνεφάνισε τὰν αἵρεσιν ἃν ἔ- | |
15 | χει ποτί τε τὸ ἱερὸν καὶ τὰν πό- |
λιν· δεδόχθαι τᾶι πόλει· ἐπαι- | |
νέσαι Κότυν Ῥαίζδου Θραικῶν | |
βασιλέα, ἀνανεώσασθαι δὲ | |
καὶ τὰν ὑπάρχουσαν αὐτῶι προ- | |
20 | ξενίαν καὶ εἶμεν αὐτὸν πρόξε- |
νον καὶ αὐτὸν καὶ ἐκγόν̣[ο]υς καὶ | |
ὑπάρχειν αὐτῶι κα̣[ὶ ἐκ]γόνοις πρ- | |
ομαντείαν, ἀσυ̣[λία]ν, ἀτέλειαν, | |
προεδρίαν ἐμ [πᾶ]σι τοῖς ἀγῶσι- | |
25 | ν οἷς ἁ πόλις [τίθ]ητι καὶ τἆλλα ὅ- |
σα καὶ τοῖ[ς] ἄλλοις προξένοις | |
καὶ εὐεργέταις τᾶς πόλιος, ἀ- | |
ν̣αγ[ρ]ά̣ψαι δὲ τόδε τὸ ψάφισμα | |
[ἐ]ν στάλαι καὶ ἀναθέμεν ἐν | |
30 | τῶι ἐπιφανεστάτωι τόπωι |
τοῦ ἱεροῦ. |