[ ]
Phokis — Delphi — 276/5 BC — SIG(3) 438; SGDI 2746
| 1 | [ἄ]ρχοντος Ἀριστίωνος, βουλευόν- |
| των Εὐαγόρα, Αἰακίδα, Μαντία, Δί- | |
| ωνος, Ἐπικράτεος· ἔδοξε τᾶι πό- | |
| λει τῶν Δελφῶν ἐν ἀγορᾶι τελε- | |
| 5 | ίωι σὺν ψάφοις ταῖς ἐννόμοις· ἐ- |
| πειδὴ Κότυς Ῥαίζδου Θραικῶν | |
| βασιλεὺς ἔν τε τοῖς πρότερον | |
| χρόνοις εὔνους ὢν διετέλει | |
| τῶι τε ἱερῶι καὶ τᾶι πόλει, καὶ το- | |
| 10 | ῖς ἰδίαι παραγινομένοις πο- |
| τὶ αὐτὸν φιλανθρώπως χρεί- | |
| μενος, καὶ νῦν παραγενόμε- | |
| νος Τύριλλος ὁ Νεαπολίτας | |
| ἐνεφάνισε τὰν αἵρεσιν ἃν ἔ- | |
| 15 | χει ποτί τε τὸ ἱερὸν καὶ τὰν πό- |
| λιν· δεδόχθαι τᾶι πόλει· ἐπαι- | |
| νέσαι Κότυν Ῥαίζδου Θραικῶν | |
| βασιλέα, ἀνανεώσασθαι δὲ | |
| καὶ τὰν ὑπάρχουσαν αὐτῶι προ- | |
| 20 | ξενίαν καὶ εἶμεν αὐτὸν πρόξε- |
| νον καὶ αὐτὸν καὶ ἐκγόν̣[ο]υς καὶ | |
| ὑπάρχειν αὐτῶι κα̣[ὶ ἐκ]γόνοις πρ- | |
| ομαντείαν, ἀσυ̣[λία]ν, ἀτέλειαν, | |
| προεδρίαν ἐμ [πᾶ]σι τοῖς ἀγῶσι- | |
| 25 | ν οἷς ἁ πόλις [τίθ]ητι καὶ τἆλλα ὅ- |
| σα καὶ τοῖ[ς] ἄλλοις προξένοις | |
| καὶ εὐεργέταις τᾶς πόλιος, ἀ- | |
| ν̣αγ[ρ]ά̣ψαι δὲ τόδε τὸ ψάφισμα | |
| [ἐ]ν στάλαι καὶ ἀναθέμεν ἐν | |
| 30 | τῶι ἐπιφανεστάτωι τόπωι |
| τοῦ ἱεροῦ. |