[ ]
Phokis — Delphi — undated
1 | θεός· τύχα ἀγαθά· ἁ πόλις τῶν Δελφῶν ἀνε̣νέωσε τὰν |
προξενίαν καὶ τὰν θεαροδοκίαν τὰν πάτριον | |
Λυσῆνι Εὐάκευς, Λυσῆνι Χλεμύτα, Χλεμύται Ἀ̣[λ]υ̣πήτου | |
Κορκυραίοις, καὶ ἔδωκαν αὐτοῖς καὶ ἐκγόνοι[ς] προξενίαν, | |
5 | προμαντείαν, προεδρίαν, ἀτέλειαν πάντων, προδικίαν |
ποτὶ Δελφοὺς καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
καὶ θεαροδόκοις· ἄρχοντος Ἴσωνος, βουλευόντων | |
Δαμοχάρεος, Δαμοτίμου, Ἀστυκράτεος, Δαμέα, Ἀδειμάντου. |