[ ] Phokis — Delphi — undated — SIG(3) 431
             corona
1 ἐπὶ Ἐμμενίδα ἄρχοντο[ς ἐν] Δ̣ελφοῖς, ἱερομνη-
μονούντων Αἰτωλῶν Εὐπολέμ̣[ου, Σιν]νέα, Εὐρυδάμ-
[ου, Ἀριστίπ]που, Ἀλέξω̣[νος], Εὐμη[λίδα, Δ]ίωνο[ς],
[Νι]κάνδρου· Δελφῶν Κλευδάμου, Αἰσχριώνδα· Ἱστιαι-
5 έων Ἀντιφῶντος· ἐπειδὴ Μενάλκης ὁ κιθαρωιδὸς
παραγενόμενος εἰς Δελφοὺς εἰς τὰ Σωτήρια
τόν τε ἄλλον ἀγῶνα καλῶς καὶ φιλοτίμως ἠγωνί-
σατο καὶ προσεπέδωκε τῶι θεῶι καὶ τοῖς Ἀμφικ[τύ]-
οσι τὸν ἀγῶνα 〚— —0.09m— —〛 ἀγαθῆι τύχηι· δε[δό]-
10 χθαι τοῖς ἱερομνήμοσι· ἐπαινέσαι τε Μενάλκη Σ̣[πεύ]-
σωνος Ἀθηναῖον ἀρετῆς ἕνεκεν καὶ εὐνοία[ς τῆς πρὸς]
τὸν θεὸν καὶ τοὺς Ἀμφικτύονας καὶ στεφα[νῶσαι αὐ]-
[τὸ]ν δάφνης στεφάνωι τῆς παρὰ τοῦ θ[εοῦ καὶ ἀνα]-
[κη]ρῦξαι τὸν στ[έ]φανον τοῖς Σ[ωτηρίοις — — — —]
Search Help
Contact Us