[ ] Phokis — Delphi — 266 BC? — SIG(3) 483-484
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 [— — — — — — — — — — — — — — — — — — — — — — — —] ἁπάσας ἔθυσαν ἐμ Πυλα[ί]-
[αι καὶ ἐν Δελφοῖς τοῖς τε θεοῖς καὶ τοῖς] ἥ<ρ>ωσι κατὰ τὰ πάτρια καὶ τῶν
[— — — — — — — — — — — — — — — — — — — —]σαν καλῶς καὶ εὐσεβῶς καὶ τὰς δ[ί]-
[κας τὰς γεγενημένας τὰς μὲν διέλυ]σαν, τὰς δ’ ἔκριναν δικαίως καὶ κα-
5 [τὰ τοὺς νόμους — — — — — — — τὴν] πυλαίαν ἄσυλον καὶ ἀσφαλῆ παρεσκεύ-
[ασαν πᾶσι — — — — — — τοῖς πορευο]μένοις εἰς τὴν πανήγυριν, κωλύσα[ν]-
[τες — — — — — — — — — — — — — — —]άγοντας πρὸς τὰς ἀμφικτυονικὰ[ς]
[— — — — — — — — — — — — — — — — —] ἐπὶ τὰς δίκας πορευομένοις, και․․․
[— — — — — — — — — — — — — — — — τ]ὴν ἀσυλίαν πρεσβεύσαντες ὑπὲ[ρ]
10 [— — — — — — — — — — — — — — τῶν Αἰ]τωλῶν, ἐπεμελήθησαν δὲ καὶ τοῦ λο-
[— — — — — — — — — — — — — — — — —]ο τοῦ κοινοῦ τῶν Αἰτωλῶν ὑπὲρ τῶν ․․
[— — — — — — — — — — — — — — — — κ]αὶ τὰ δόγματα τῶν Ἀμφικτυόνων κ[αὶ]
[— — — — — — — — — — — — — — — — —] δόξαντα τοῖς Αἰτωλοῖς ἔν τε Πυλαί[αι]
[καὶ ἐν Δελφοῖς — — — — — — — — λύ]τρον γένηται καὶ μηθεὶς ἄγηται [πα]-
15 [ρὰ τοὺς νόμους τοὺς Ἀμφικτυονικ]ούς· ὅπως ἂν οὖν καὶ οἱ ἄλλοι ἱερομνή̣-
[μονες διατελῶσι σπουδὴν ποιούμ]ενοι τῆς τε πρὸς τοὺς θεοὺς εὐσεβε[ί]-
[ας — — — — — — — — — — — — — — —]αι καὶ τὰς δίκας τοῖς Ἕλλησι κρίνω-
[σι δικαίως κατὰ τοὺς νόμους εἰδό]τες ὅτι τιμηθήσονται καὶ κομι-
[οῦνται χάριτας ἀξίας τῶν εὐεργετ]ημάτων, ἐπαινέσαι τοὺς ἱερομνή-
20 [μονας τοὺς ἐπὶ Δαμαίου ἄρχοντ]ος καὶ τὸν γραμματέα τῶν ἱερομνή-
[μόνων ἀρετῆς ἕνεκεν καὶ εὐσεβ]είας κ̣αὶ στεφανῶσαι ἕκαστον αὐ-
[τῶν δάφνης στεφάνωι καὶ ἀν]ειπεῖν τὸν στέφανον τοῦτον τῶι ἀγῶνι
[— — — — —· εἶναι δὲ αὐτοῖς κ]αὶ τοῖς ἐκγόνοις αὐτῶν ἀσφάλειαν ἐν
[πάσαις πόλεσι ταῖς ἀμφικτ]υονευομέναις καὶ ἀσυλίαν καὶ πολέ-
25 [μου καὶ εἰρήνης καὶ προεδρ]ίαν ἐν τοῖς ἀγῶσι ἐν οἷς ἂν οἱ Ἀμφικτύο-
[νες τιθέασιν· εἶναι δὲ αὐ]τοῖς καὶ τἆλλα πάντα ὅσα δίδοται τοῖς τὸν θ[ε]-
[ὸν εὐεργετοῦσιν· ὅπως δ’] ἂν αὐτοῖς καὶ ὑπόμνημα τούτων ἁπάντω[ν]
[ἐν τὸν ἅπαντα χρόνον δια]μένηι, τὸν ἀρχιτέκτονα καὶ τὸν γραμματέα τῶν
[ἱερομνημόνων — — — — — — — — —]ι καὶ παρασκευάσαι στήλην λιθίνην καὶ ἀναγρά-
30 [ψαι τῶν ἱερομνημόνων τὰ ὀ]νόματα καὶ τὰς πόλεις αὐτῶν ἀναθεῖναι τὴ[ν]
[στήλην — — — — — — — — το]ῦ ναοῦ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· ἀνενεγκεῖν
[δὲ τοὺς ἱερομνήμο]νας, ὅθεν ἕκαστος αὐτῶν ἐστιν, ἐπὶ τὰς
[πόλεις αὐτῶν πάντα τὰ δ]εδογμένα τοῖς Ἀμφικτύοσιν· ἱερομνημ[ο]-
[νούντων· Αἰτωλῶν Νικά]νορος, Φιλοξένου, Νικοφῶντος, Εὐρύα, Θεο-
35 [δώρου, Πεταλία· Ἀθηναί]ων Χαιρεστράτου· Βοιωτῶν Ἱπποκρίτου, Εὐσ[ύ]-
του· Φωκέω[ν Εὐδαμίδα, Βου]θήρα· Ἱστιαιέων Κλεομέδοντος· Δελφῶν
Ἁγνίου, Δαμαρ[μένου· Σκα]ρφέων Ἀρμένου, γραμματεύοντος Λα-
νικοῦ Αἰτωλοῦ. vac.
ἔδοξε τοῖς Αἰτωλοῖς· [εἴ τινε]ς κατάδικοι γεγένηνται πρότερον ἐν τοῖ[ς]
40 ἱερομναμόνοις τῶν ἔξ[ωθεν] ἐγ<κλη>μάτων ἢ εἴ τινές κα 〚․․․․․․15․․․․․․․〛
40a — — — — — — — — — — — — — — —ν̣— — — — — — — — — — — — — — — — — — — —
41 [ὕσ]τερον κατάδικοι γίνων̣[ται, μὴ ε]ἶμεν ἀγωγίμους ἐκ τᾶν πολίων τού-
[τ]ους μηδοπόθεν, ἀλλὰ τι[— — —]εισθαι κὰτ τὸν νόμον τῶν Ἀμφ[ι]-
κτυόνων πλᾶν ἢ εἴ τινές κα ἱερ[ῶν χ]ρημάτων κατάδικοι γένωντ[αι ἢ]
γεγόνατι κατὰ τοὺς νόμους· τού[τους δὲ πα]νταχόθεν [ἀ]γωγί[μους εἶ]-
45 μεν· τοὺς δὲ ποτὶ τὰ ἰδιωτικ̣[ὰ καταδίκους γ]ενομένους κ[υρίας εἶ]-
μεν τὰς πό̣λεις α[— — — — — — — — — — — — — — — — — — — — — — — —]
․ειν κατα[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
․ω[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us