[ ]
Phokis — Delphi — 262/1 BC?
1 | θεοί· |
ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Πλείστωνος, ἱερομνημονούντων Αἰ- | |
τ̣ωλῶν· Μενέστα, Μάχωνος, Πετρα̣[ίου, Νικ]ο̣λάου, Νικάνορος, | |
[․․]α̣τίνου, Βοιωτῶν· Εὐώνδα, Ποίμε̣[νος?, Ἀθηναίων· Εὐθυδίκου, Ἱστι]- | |
5 | [αιέων· Ἀντι]φῶντος, Δελφῶν· Ἀ#⁷[— — — — — — — — — — — — — — — — — —] |
5a | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
6 | [— — — ὅτι ὁ βασιλεὺς θυσίαν ποιεῖ καὶ ἀγῶνα τίθησι τῶι] |
πατρὶ αὐτοῦ κ[αὶ παρεκάλεσαν ὅπως μετέχωσι καὶ ο]ἱ Ἀ[μφι]- | |
κτύονες τῆς [τε θυσίας καὶ τοῦ ἀγῶνος ὃν τίθη]σιν ὁ βασιλε[ὺς] | |
Πτολεμαῖος τῶ[ι πατρὶ ἐν Ἀλεξανδρείαι], καὶ ἀποδέχωνται | |
10 | [α]ὐτὸν ἰσολύμπ[ιον· ἀγαθῆι τύχηι· δε]δόχθαι τοῖς Ἀμφικτύοσιν· |
τῆς τε θυσίας [μετέχειν τῶι βασ]ιλεῖ Πτολεμαίωι τοὺς Ἀμφ[ι]- | |
[κ]τ̣ύ̣ο̣[νας, καὶ τὸν ἀγῶνα ἀπο]δ̣έχεσθαι ἰσολύμπιον, καθάπερ | |
[ὁ βασιλεὺς ἐπέσταλκεν, ὁμοίως] δὲ κα̣ὶ τοὺς ἄλλους ἅπαντας ὅσοι | |
[κοινωνοῦσι τοῦ ἱεροῦ τ]οῦ θεοῦ [κ]ατὰ τ̣ὰ δεδοχμένα τοῖς [Ἀμ]- | |
15 | [φικτύοσι· διδόναι δὲ τὰ ἴσ]α̣ ἆθλα καὶ τὰς τιμὰς ἑκάστους τοῖ[ς] |
[νικῶσι τὸν ἀγῶνα τοῦτον, ὅσ]απερ καὶ τοῖς τὰ Ὀλύμπια νενικ[η]- | |
[κόσι δέδοται· ἑλέσθαι δὲ καὶ θ]εωροὺς ἐξ αὑτῶν τοὺς Ἀμφικτύο̣- | |
[νας καὶ ἀποστεῖλαι πρὸς Πτο]λεμαῖον ὅταν ποιῆι τὴν θυσίαν καὶ | |
[τιθῆι τὸν ἀγῶνα τῶν Πτολεμ]α̣ιέων· ἀνε[νεγ]κεῖ[ν δ]ὲ τὸ δόγμα τό- | |
20 | [δε τοὺς ἱερομνήμονας εἰς τὰς πόλεις — — — — — — — — — — — — — — —] |