[ ] Phokis — Delphi — 189 BC — SIG(3) 612BCD
A.1 [Σπόριος Ποστόμιος Λευκίου υἱὸς, στρατηγὸς Ῥωμαίων, Δελφῶν τοῖς ἄρχουσι καὶ τῆι πόλει χαίρειν· οἱ παρ’ ὑμῶν]
[ἀποσταλέντες πρεσβευταὶ Βούλων, Θρασυκλῆς, Ὀρέστας περὶ τῆς ἀσυλίας τοῦ ἱεροῦ καὶ τῆς πόλεως καὶ τῆς]
[χώρας διαλεχθέντες καὶ περὶ τῆς ἐλευθερίας καὶ ἀνεισφορίας ἠ]ξ̣ί̣ο̣υ̣ν̣ ὅπω[ς ὑμῖν ἐπιχωρηθῆι παρὰ τοῦ δήμου τοῦ]
[Ῥωμαίων· γινώσκετε οὖν δεδογμένον τῆι συγκλήτωι τό τ]ε̣ [ἱερὸ]ν τοῦ Ἀπόλλωνο[ς τοῦ Πυθίου ἄσυλον εἶναι καὶ τὴν]
5 [πόλιν τῶν Δελφῶν καὶ τὴν χώραν καὶ Δελφοὺς αὐτονόμ]ους καὶ ἐ̣λ̣ευθέρους̣ καὶ ἀνει[σφόρους οἰκοῦντας <καὶ πολιτεύοντας> αὐτοὺς]
[καθ’ αὑτοὺς καὶ] κυριεύον[τας τῆς τε ἱερᾶς χώρ]ας καὶ τοῦ ἱερο̣ῦ λιμένος καθὼς πάτ[ριον αὐτοῖς ἐξ ἀρχῆς ἦν. ὅπως]
[οὖν εἰδῆτε, ἔκρ]ινον ὑμῖν γρά[ψαι περὶ τούτων].
B.8 Σπόριος Ποστόμιος Λευκίου υἱὸς, στρατηγὸς Ῥωμαίων, τῶι κοινῶι τῶν Ἀμφικτιόνω[ν χαίρειν· οἱ Δελφῶν πρεσβευ]-
ταὶ Βούλων, Θρασυκλῆς, Ὀρέστας περὶ τῆς ἀσυλίας τοῦ ἱεροῦ κα[ὶ] τῆς πόλεως καὶ τῆς [χώρας διαλεχθέντες]
10 καὶ περὶ τῆς ἐλευθερίας καὶ ἀνεισφορ[ί]ας ἠξίουν ὅπως αὐτοῖς ἐπιχωρηθῇ πα[ρὰ τοῦ δήμου τοῦ Ῥωμαίων]·
γινώσκετε οὖν δεδογμένον τῆι συγκλήτ̣ωι τό τε ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ ἄσυλον εἶναι καὶ]
τὴν πόλιν τῶν Δελφῶν καὶ τὴν χώραν καὶ Δ[ελφοὺ]ς αὐτονόμους καὶ ἐλευθέρους κ̣[αὶ ἀνεισφόρους, οἰκοῦν]-
τας καὶ πολιτεύοντας αὐτοὺς καθ’ αὑ[τοὺς καὶ] κυριεύοντας τῆς τε ἱερᾶς χώρ[ας καὶ τοῦ ἱεροῦ λι]-
μένος καθὼς πάτριον αὐτοῖς ἐξ ἀρχῆς [ἦν· ὅπως] ο̣ὖν εἰδῆ̣τε, ἔκρινον ὑμῖν γράψ[αι περὶ τούτων].
C.15 πρὸ ἡμερῶν τεσσάρων νωνῶν Μαί[ων ἐν Κομετίωι? — —] Ὀ̣κ̣τάιος Γναίου στρατ[ηγὸς συνε]-
βουλεύσατο τῆι συγκλήτωι· γραφ[ομένωι παρῆσαν — —]λ̣λ̣ιος Ποπλίου Μάνι[ος — — — — — — —]
Γάιος Ἀτίνιος Γαίου, Τεβέριο[ς — — — — — — περὶ ὧν Δ]ελφοὶ λόγους ἐποήσαντο περὶ ἱεροῦ]
ἀσύλου, πόλεως ἐλευθέρ[ας καὶ αὐτονόμου καὶ ἀνεισφόρου]· περὶ τούτου τοῦ π[ράγματος οὕτως]
ἔδοξεν· καθὼς πρότερο[ν — — — — — ἡ σύγκλητος?] ἐ̣κεκρίκει ἐκείνω[ι τῶι κρίματι ἐμμέ]-
20 νειν ἔδοξεν.
D.21 [Λ]εύκιος Φούριος Λ[ευκίου υἱὸς, στρατηγός — — — — — — — — — — — — — — — — —]
[Δε]λφῶν ἐ[λευθερίας? — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us