[ ] Phokis — Delphi — 114 AD — SIG(3) 827F
col. V.1 [ἐκ τῶν πινάκων μετειλημμέναι v πρ. ϛʹ εἰδ. v Ὀκτωβρ. ἐν Ἐλευσῖνι. ἐπεὶ προσετάχθη ὑπὸ τ]οῦ ἀρίστου αὐτοκράτορος τὴν τῶν ἱερο-
[μνημόνων κρίσιν, δι’ ἣν τὴν ἱερὰν χώραν τὴν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου ἔκ τε τῆς Μ]ανίου Ἀκειλίου γνώμης καὶ ἐκ δόγματος
[τῆς συνκλήτου ἀφώρισαν, πασῶν μάλιστα κυρίαν τηρεῖν, ἥπερ καὶ νῦν ἐν τῷ ἱερῷ τοῦ Ἀ]πόλλωνος τοῦ ἐν Δελφοῖς ἐνκεχαραγ-
[μένη ἐστίν, ἕνεκα] καὶ τούτου ἐν τ̣[ῇ Ἀντικυρέων καὶ Δε]λ̣φῶν πρὸς ἀλλήλους ἀμ[φισβητή]σει, οἷς κριτὴς ἐδόθη<ν> ὑπὸ τοῦ μεγίστου
5 [αὐτοκράτορος, ἑ]κ̣ατέρων ὁμολογ̣[ούντων, ἀναγκαῖο]ν ἐγένετο ἐπιμελεστέραν [οὕτω]ς̣ παλαιοῦ πράγματος ποιήσασθαι τὴν
[ἐξέτασιν, ὅσω̣ μ]ᾶλλον ὅτι καὶ τὰ τ[εκμήρια τὰ περί τ]ινων μερῶν ἀμφιβολίαν εἶχε[ν καὶ αἱ] ὀνομασίαι τῶν τόπων αἱ ἐν τῷ τῶν ἱ-
[ερομνημόνων ἀφ]ορισμῷ διὰ τὸ τοῦ [χρόνου] μῆ[κος οὐ]κέτι ὁμοίως γεινωσκόμεναι [παρεῖ]χον ἀφορμὴν ἑκατέροις τοῦ μεταφέ-
[ρειν εἰς τὸ λυσι]τ̣ελοῦν αὐτοῖς. ἅτ[ε ο]ὖν καὶ ἐπ[ὶ τῆς] αὐτοψίας τῶν τόπων πλεονάκις [γενό]μενος καὶ ἢ ἐκ τῆς τῶν ἐνχωρίων γνώ-
[μης ἢ ἐκ τῶν προφερ]ομένων ἀποδεί[ξεω]ν πλείο[σιν] ἡμέραις ἐξετάσα<ς, ἅ> μοι μάλιστα ἔ[δοξε]ν̣ τῇ τῶν ἱερομνημόνων συμφωνεῖν
10 [κρίσει τῇδε τῇ ἀποφά]σει περιέλαβον· δ̣[ι’ ἣν ε]ἰ καί τι [δ]όξει τῆς ἑκατέρων ἐλπίδος ἀφηρῆ[σθαι, ἀλλ]ὰ ἐκε[ῖνό] γ̣ε ἀμφοτέροις περ[ιέσ]-
[ται, ὅτι ὁ μέγιστος ἡμῶ]ν αὐτοκ̣[ράτω]ρ̣ β̣ε̣[βαί]αν αὐτοῖς εἰς τοὐπιὸν ὧν ἔχουσι τὴν κτῆσ[ιν καὶ ἀναμφισβ]ήτητον παρέσχ[ε].
[Ὀπόεντα ἐν θαλάσσῃ ἣ πρὸς Ἀ]ν̣τίκ̣[υράν ἐστι]ν̣, ἣ̣ν̣ [π]ρώτην ἐν τῷ περιορισμῷ τῆς ἱερᾶς χ[ώρας οἱ ἱερομνήμονες ὠ]ν̣ό̣μασ[αν],
[τὸ αὐτὸ εἶναι ἄκρον ὡμολογήθη, ὃ νῦν ὑπὸ μέν τι]νων Ὀπόεντα, ὑπὸ δέ τινων Ὀποῦς π[ροσονομάζεται καὶ τοῖς ἀπὸ Κίρρας]
[εἰς Ἀντίκυραν πλέουσιν ἐντός ἐστι Ναυλόχου, πρ]οκείμενον τῶν χωρίων ἃ καλεῖται Σα[λμοῦσσαι. ἐκ δὲ τούτου τοῦ ἄκρου]
15 [ἐπ’ ὀρθὸν εἰς ὄρη δύο ἃ ἐν τῇ τῶν ἱερομνημόνων κρίσε]ι κεκλῆσθαι Ἄκρα Κολώφια καὶ ἐκ τούτω[ν γεινώσκεται, ὅτι πετρώδεις τι]-
[νὲς ἐν ἀμφοτέροις τοῖς ὄρεσι λίθοι εἰσὶν ὧν ἐν μὲν τῷ ἑτέρῳ] ἔτι καὶ νῦν ἐπιγραφὴ μένε[ι, διὰ τὴν ἀρχαιότητα πιστωτέα],
[ἣ σημαίνει τοῦτον τὸν λίθον Δελφῶν ὅρον εἶναι, ἐν δὲ τῷ ἑτέρῳ α]ὐ̣τὸ τοῦτο ἐπεγέγραπτ[ο, καίτοι νῦν ἐκκεκολαμμένον ἦν]·
[ὥστε τῷ ἐπαναβάντι τὰ δεξιὰ τῶν Ἀντικυρέων, τὰ δὲ εὐώνυμα τῆς ἱε]ρ̣ᾶς [χ]ώρας τῶν Δ[ελφῶν εἶναι]. — — —c.20— — —
                                               —Ρ— {²⁷—Β—?}²⁷
Search Help
Contact Us