[ ] Phokis — Delphi — ca. 125 BC? — SIG(3) 826C
col. B.10                                                  ὅρκος Ἀμφικτι[όνων. πᾶν π]ρᾶ̣γμα ἐν τῶ[ι κρίμ]α̣τ̣[ι περὶ χρημάτων καὶ ὅρων Ἀπόλλωνος δικάσω καθ’]
ὃ ἂν ἐγὼ μάλιστα δό[ξω ἀληθ]ὲ̣ς̣ εἶναι, οὔτε χάριτος οὔτε φιλίας [οὔτε ἔχθ]ρας εἵνεκεν ψεύδε[α] κρινῶ [κατ’ οὐδένα τρόπον· καὶ τὰ καταδικασθέντα ἀκολούθως]
τῶι κρίματι κατὰ τὰ̣[ν δύνα]μιν μάλιστα ἐκπράξω ὃ ἂν τάχιστα δύ[νωμαι], ἀποκαταστήσω τε τῶι θεῶι [δικαίως. οὐδὲ δῶρα δέξομαι οὔτε αὐτὸς ἐγώ, οὔτε]
ἄλλος ἐμοί, οὔτε [τῶν κοιν]ῶν χρημάτων οὐθενὶ μὴ δῶ, οὔτε ἐγὼ [μεταλή]ψομαι· ταῦτα ἐγὼ οὕτως ποι̣[ή]σ[ω. καὶ εὐορκοῦντι μέν μοι εἴη πολλὰ καὶ ἀγαθά]·
ἐφιορκοῦντι δὲ Θ̣[έμις] καὶ Ἀπόλλων Πύθιος καὶ Λατὼ καὶ Ἄρτεμ[ις καὶ] Ἑστία καὶ πῦρ ἀθάνατον καὶ θεοὶ π̣ά[ντες καὶ πᾶσαι κακίστωι ὀλέθρωι τὴν]
15 σωτηρίαν μοι [ἀφέλωσι]ν̣, μήτε τέκνων μήτε σπορῶν μήτε καρπῶ̣[ν μή]τε οὐσίας κατόνασθαι ἐάσωσ<ιν> ἐμέ [τε αὐτὸν καὶ τὸ γένος ἐμόν, καί με]
ἐκ τῶν ὑπαρχ̣[όντ]ω̣ν ἰδίων ζῶντα ἐγβάλωσι εἰ ἐφιορκήσω.
Search Help