[ ] Phokis — Delphi — ca. 228/7 BC — SEG 18.187; BCH 82.1958.84 — Bousquet
1 [θεοί. ἄρχοντος] Ν̣ι̣[κάρχου, βουλευόντων] Πραξία, Νικάνδρου,
[Δαμάρχου], Βωτάκου, ἔ[δοξε τᾶι πόλει τῶν Δ]ελφῶν ἀνανεώσα-
[σθα]ι τὰμ πάτριον προξ[ενίαν καὶ θεαροδοκ]ίαν Διαίτωι Θεστίου
Τηνίωι καὶ ἐκγόνοις· εἶ[ναι δὲ αὐτοὺς εὐε]ργέτας τοῦ ἱεροῦ καὶ
5 Δελφῶν, καὶ εἶναι αὐτοῖς [προμαντείαν, ἀσ]φ̣άλειαν, ἀσυ<λ>ίαν, προ-
εδρίαν, προδικίαν, ἀτέλε[ιαν πάντων καὶ κ]ατὰ γῆν καὶ κατὰ θάλασ-
σαν, καὶ ἰσοπολιτείαν, καὶ [γῆς καὶ οἰκίας] ἔμπασιν, καὶ τὰ ἄλλα
ὅσα καὶ τοῖς ἄλλοις εὐεργ[έταις καὶ θεαρ]οδόκοις· εἶμεν δὲ αὐ-
τοὺς θεαροδόκους καὶ τῶν τὰ [Σωτήρια ἐπαγγε]λλόντων. vac.
10 Δελφοὶ ἔδωκαν Τηνίοις προ[μαντείαν, πρ]εσβε̣ύ̣σαντος Διαίτου.
Search Help