[ ]
Phokis — Delphi — 284-281 BC — SEG 14.461; BCH 078.1954.435 — Bousquet
1 | ὧδε χρὴ Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῶς] |
αὐχεῖν, ὡς ὅδ’ ἀνὴρ Ἑλλάδος ΩΝΑ̣ΤΑΡ— — —. | |
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ̣[έσμ(?)]ι̣α δ̣[ειν]ὰ τυράννων | |
λῦσαί φατι, καμὼν ἄλκιμ̣[α πολλά, πάτρ]ας, | |
5 | ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸμ [μὲν ἐν] ἀρχ[ᾶι], |
τὸν δὲ μέσαι τελέσας μόχ[θο]ν ἐν ἁλ[ικίαι]. | |
οὗτος καὶ βασιλῆα Μακη[δονίας] φρεσὶ [πε]ί̣σας | |
τὰν ἄδολον κ[ε]ίναν ὥρμι[σεν εἰ]ς φιλίαν, | |
Λυσ[ίμα]χον, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ πατρῶια | |
10 | ἄγαγεν [Ὀ]ρνυτιδᾶν ῥυσάμενον δάπεδα. |
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἔθεντο, | |
τόν γε μετ’ εὐδ̣ο[κί]α̣[ς] πάντες ἐπ̣ευχό̣μ̣[εν]ο̣ι̣. | |
ἀλλά τ[ις αὖ(?) Ξ]άν[θιπ]πον ἰδὼ[ν] Ἀμφα[ρέ]του υἱὸν | |
φάσθω· ἰδ[ὲ ὡς] μεγάλαι τοῖς ἀγαθοῖς [χ]άριτες. |