[ ]
Phokis — Delphi — 284-281 BC — SEG 14.461; BCH 078.1954.435 — Bousquet
| 1 | ὧδε χρὴ Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῶς] |
| αὐχεῖν, ὡς ὅδ’ ἀνὴρ Ἑλλάδος ΩΝΑ̣ΤΑΡ— — —. | |
| δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ̣[έσμ(?)]ι̣α δ̣[ειν]ὰ τυράννων | |
| λῦσαί φατι, καμὼν ἄλκιμ̣[α πολλά, πάτρ]ας, | |
| 5 | ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸμ [μὲν ἐν] ἀρχ[ᾶι], |
| τὸν δὲ μέσαι τελέσας μόχ[θο]ν ἐν ἁλ[ικίαι]. | |
| οὗτος καὶ βασιλῆα Μακη[δονίας] φρεσὶ [πε]ί̣σας | |
| τὰν ἄδολον κ[ε]ίναν ὥρμι[σεν εἰ]ς φιλίαν, | |
| Λυσ[ίμα]χον, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ πατρῶια | |
| 10 | ἄγαγεν [Ὀ]ρνυτιδᾶν ῥυσάμενον δάπεδα. |
| τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἔθεντο, | |
| τόν γε μετ’ εὐδ̣ο[κί]α̣[ς] πάντες ἐπ̣ευχό̣μ̣[εν]ο̣ι̣. | |
| ἀλλά τ[ις αὖ(?) Ξ]άν[θιπ]πον ἰδὼ[ν] Ἀμφα[ρέ]του υἱὸν | |
| φάσθω· ἰδ[ὲ ὡς] μεγάλαι τοῖς ἀγαθοῖς [χ]άριτες. |