[ ]
Phokis — Delphi — ca. 284-281 BC — SIG(3) 361C
1 | ὧδε χρὴ Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῶς] |
αὐχεῖν ὡς ὅδ’ ἀνὴρ Ἑλλάδος ὤνατ’ ἀρ[ᾶν]· | |
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ[έσμ]ια δ[ειν]ὰ τυράννων | |
λῦσαί φατι, καμὼν ἄλκι[μα ἔργα, πάτρ]ας, | |
5 | ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸν [μὲν ἐν] ἀρχ[ᾶι], |
τὸν δὲ μέσαι τελέ[σ]ας μόχ[θο]ν ἐν ἁ[λικίαι]. | |
οὗτος καὶ βασιλῇα Μακη[δονίας] φρεσ[ὶ πεί]σας | |
τὰν ἄδολον κείναν ὥρμ[ισεν εἰς] φιλίαν | |
[Λ]υσ[ίμα]χομ, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ παλαιὰ | |
10 | ἄγαγε[ν Ὀρ]νυτιδᾶν ῥυσά[μ]ε[ν]ον δάπεδα. |
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἕ[λ]οντ[ο] | |
τόν γε μετ’ εὐλο[γίας] πάντες ἐπευ[χόμεν]οι. | |
ἀλλ[ά νύ τις Ξ]ά[νθ]ι[ππ]ον ἰδὼ[ν] Ἀμφ[αρέ]του υἱὸν | |
φάσθω· ἰδ[έ, ὡς] μεγάλαι τοῖς ἀγαθοῖς [χ]άριτες. |