[ ]
Phokis — Delphi — ca. 270 BC — BE 1958.265; BE 1961.350 — Bousquet — BCH 84.1960.168
A.1 | τὰς πρώτας σο̣ίζου[σ’] ἀρετὰς μεν̣[εδάϊοι ἄνδρες], |
Ξάνθιππε, οὐδὲ μάταν τόλμαν ὑπ[ὲρ πατρίδος] | |
πρωθήβης περ ἐὼγ κείναν ἔθου, εὖτε Ἐ[λατείας] | |
[γ]ᾶν ἀπὸ Κασσάνδρου θῆκας ὑπ’ εὐνομ[ίαν]. | |
5 | [ὅ]σσα δὲ Φωκεῦσιν καὶ ἐπὶ πλέον ἄνυσας [ἔργα] |
[μ]είζονά τις μαθέτω κ̣αινὸ̣ν ἔπος κα[τιδών]. | |
B.1 | ὧδε χρή, Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῆ], |
αὐχεῖν, ὡς ὅδ’ ἀνήρ, Ἑλλάδ’ ὃς ὤνατ’ ἀε̣[ί]. | |
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ̣[ούλ]ια δ̣[εσμ]ὰ τυράννων | |
λῦσαί φατι, καμὼν ἄλκιμ[α πολλά, πάτρ]ας, | |
5 | ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸμ [μὲν ἐν] ἀρχ[ᾶι], |
τὸν δὲ μέσαι τελέσας μόχ[θο]ν ἐν ἁλ[ικίαι]. | |
οὗτος καὶ βασιλῆα Μακη[δονίας] φρεσὶ [πεί]σ̣ας | |
τὰν ἄδολον κείναν ὥρμι[σεν εἰ]ς φιλίαν | |
Λυσ[ίμα]χον, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ πατρῶια | |
10 | ἄγαγεν [Ὀ]ρνυτιδᾶν ῥυσάμενον δάπεδα. |
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἔθεντο | |
τόνγε μετ’ εὐδόξ[ο]υ̣ πάντες ἐλευ̣θ̣ε̣ρ̣[ί]α̣ς. | |
ἀλλά τ[ις αὖ] Ξάν[θ]ι̣π̣πον ἰδὼ[ν] Ἀμφα[ρέ]του υἱὸν | |
φάσθω· ἴδ’ [ὡς] μεγάλαι [τ]οῖς ἀγαθοῖς [χ]άριτες. |