[ ] Phokis — Delphi — ca. 270 BC — BE 1958.265; BE 1961.350 — Bousquet — BCH 84.1960.168
A.1 τὰς πρώτας σο̣ίζου[σ’] ἀρετὰς μεν̣δάϊοι ἄνδρες],
   Ξάνθιππε, οὐδὲ μάταν τόλμαν ὑπ[ὲρ πατρίδος]
πρωθήβης περ ἐὼγ κείναν ἔθου, εὖτε Ἐ[λατείας]
   [γ]ᾶν ἀπὸ Κασσάνδρου θῆκας ὑπ’ εὐνομ[ίαν].
5 [ὅ]σσα δὲ Φωκεῦσιν καὶ ἐπὶ πλέον ἄνυσας [ἔργα]
   [μ]είζονά τις μαθέτω κ̣αινὸ̣ν ἔπος κα[τιδών].
B.1 ὧδε χρή, Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῆ],
   αὐχεῖν, ὡς ὅδ’ ἀνήρ, Ἑλλάδ’ ὃς ὤνατ’ ἀε̣[ί].
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ̣[ούλ]ια δ̣[εσμ]ὰ τυράννων
   λῦσαί φατι, καμὼν ἄλκιμ[α πολλά, πάτρ]ας,
5 ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸμ [μὲν ἐν] ἀρχ[ᾶι],
   τὸν δὲ μέσαι τελέσας μόχ[θο]ν ἐν ἁλ[ικίαι].
οὗτος καὶ βασιλῆα Μακη[δονίας] φρεσὶ [πεί]σ̣ας
   τὰν ἄδολον κείναν ὥρμι[σεν εἰ]ς φιλίαν
Λυσ[ίμα]χον, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ πατρῶια
10    ἄγαγεν [Ὀ]ρνυτιδᾶν ῥυσάμενον δάπεδα.
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἔθεντο
   τόνγε μετ’ εὐδόξ[ο]υ̣ πάντες ἐλευ̣θ̣ε̣ρ̣[ί]α̣ς.
ἀλλά τ[ις αὖ] Ξάν[θ]ι̣π̣πον ἰδὼ[ν] Ἀμφα[ρέ]του υἱὸν
   φάσθω· ἴδ’ [ὡς] μεγάλαι [τ]οῖς ἀγαθοῖς [χ]άριτες.
Search Help
Contact Us