[ ]
Phokis — Delphi — end 3rd c. BC — SIG(3) 553aC
1 | θεοί. |
ἄρχοντος Εὐαγγέλου, βουλευόντων Κλέωνος, Κλεοδάμου, Ἀμύντα· | |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· | |
ἐπειδὴ Φιλλέας Μίκκου Ναυπάκτιος ἔν [τ]ε το[ῖ]ς ἔμπροσθεν χρόνοις | |
5 | εὔνους ὢν διετέλει τᾶι πόλει καὶ νῦν κατασταθεὶς ὑπὸ τῶν Αἰτωλῶν |
ἐπιμελητὰς τοῦ τε ἱεροῦ καὶ τᾶς πόλιος ὁσίως καὶ ἐνδόξως τό τε ἱερὸν | |
καὶ τὰν πόλιν διεφύλαξε καὶ τοῖς πολίταις συνανεστράφη καλῶς | |
καὶ εὐγνωμόνως τάν τε ὑπάρχουσαν ὁμόνοιαν ποτί τε αὐτοσαυτοὺς | |
καὶ ποτὶ τοὺς Αἰτωλοὺς ἐπὶ πλεῖον συναύξησε· δεδόχθαι ἐπαινέσαι | |
10 | Φιλλέαν Μίκκου Ναυπάκτιον εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας |
τᾶς εἰς τὸ ἱερὸν καὶ τὰν πόλιν καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος | |
καὶ ἐκγόνους· ὑπάρχειν δὲ αὐτῶι καὶ ἐκγόνοις προμαντείαν, ἀσυλίαν, | |
ἀτέλειαν, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τίθητι, | |
καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ ἱεροῦ | |
15 | καὶ τᾶς πόλιος· [δ]εδόσθαι δὲ αὐτῶι και ἐκγόνοις καὶ ἐπινομίαν |
ἐν τᾶι Δελφίδι τὸν πάντα χρόνον. |