[ ]
Phokis — Delphi — 142/1 or 141/0 BC
1 | [θεός. τύχ]αν ἀγα[θάν]. |
[ἐπεὶ Ξενέας Βαβύλου, Εὐάγγελος Πάτρωνο]ς, Δεξ[ώ]νδας Δάμωνος οἱ ἐξαποσταλέντες πρ[εσ]βευταὶ ὑπὸ τ[ᾶ]ς | |
[πόλιος ἐν Ἡράκλειαν περὶ ὧν χρείαν εἴχομ]εν, παρα[γ]εν[όμεν]οι κα[ὶ ἐ]πελθόντες ἐπὶ τὰν ἐ[κκ]λη[σί]αν διελέγη[σαν] | |
[ὑπὲρ Πολυκράτεος καὶ Μενέστα τῶν Στα]σιμένεος Ἡρακ[λ]εωτᾶν διότ[ι εὐ]χρή[στ]ους α[ὐ]τ[ο]σαυτοὺς παρασκευάζο[ν]- | |
5 | [τι καὶ κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυγχανόν]τ[ο]ις [τ]ῶ[ν] πο[λιτᾶν καὶ εὔνοο[ι ὄ]ντες ὑπάρχοντι τᾶι πόλει· ἀγαθᾶι τύχαι· |
[δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί]ωι [σ]ὺμ ψά[φ]οις ταῖς ἐνν[ό]μοις· ἐπαι[νέ]σαι Πολυκράτην καὶ Με[ν]έστ[αν] | |
[τοὺς Στασιμένεος Ἡρακλεώ]τ[ας ἐπὶ τᾶι σπου]δ[ᾶ]ι κ[αὶ] τᾶι εὐνοίαι ἇι ἔχο[ντι] ποτὶ τ[ὰ]ν πόλιν ἁμῶν καὶ ὑπάρχειν αὐτοῖ[ς] | |
[καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος π]ρο[ξενίαν, προμαντείαν], προδικίαν, ἀσυλίαν, ἀτέλ[ε]ιαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώ- | |
[νοις οἷς ἁ πόλις τίθητι] κα[ὶ τὰ ἄλλ]α [τίμια ὅσα καὶ] τ[οῖ]ς ἄλλοις προξένοι[ς] καὶ εὐεργέταις τᾶς πόλιος ὑπ- | |
10 | [άρχει. ἄρχοντος Κλεο]δάμο[υ, βο]υ[λ]ευ[όντων τὰν δε]υτέρ[αν] ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου, Ἁγίωνος |
[τοῦ Πολυκλείτου, γραμ]μ[α]τεύοντος δὲ β[ουλᾶς Κ]λ[ε]ο[δάμου] τοῦ Μαντία. |