[ ] Phokis — Delphi — ca. 130 BC
1                                [θεός. τύχαν] ἀγαθά[ν].
[ἐπεὶ ὁ δεῖνα τοῦ δεῖνος, ὁ δεῖνα τοῦ δεῖνος, Σω]σίπατρος Αἰακίδα ἐπελθό-
[ντες ἐπὶ τὰν ἐκκλησίαν διελέγη]σα[ν ὑπ]ὲρ [Θ]ράσωνος τοῦ Μελαννέος
[Ἐλατέος, ἃν ἔχει ἐκτένειαν καὶ σπου]δὰ[ν ὑ]πὲ[ρ] τᾶς πόλιος ἁμῶν καὶ διό-
5 [τι εὔχρηστος γίνεται τοῖς ἐντυγχανόν]τοι[ς] τ[ῶν πο]λιτᾶν καὶ κατὰ κοινὸν
[καὶ κατ’ ἰδίαν· ἀγαθᾶι τύχαι· δεδόχθαι τ]ᾶι πό[λ]ει τῶν [Δελ]φῶν ἐ[ν] ἀγορᾶι τελείωι
[σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπαινέσαι Θρ][σ]ωνα Μελα[ν]νέ[ο]ς Ἐλατῆ καὶ ὑπάρχει[ν]
[αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος προξενί]αν, [προμ]αντε[ίαν], προδικίαν, ἀ[συλ]ίαν,
[προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς] ἁ π[όλις τίθητ]ι, καὶ τἆλ[λα τίμι]α ὅ[σ]α καὶ τοῖ[ς]
10 [ἄλλοις προξένοις καὶ εὐερ]γέ[ταις τᾶς πόλιος. ἄρχ]ον[τος Γ]λαύκου, βου[λ]ευόν-
[των τὰν πρώταν ἑξάμηνον Πολίτα τοῦ Ἀσάνδρου, Κλέων]ο[ς τ]οῦ Δαμοσθ[έν]εος, γραμ-
[ματεύοντος δὲ Κλεομάντιος τοῦ Ἥρυος].
Search Help
Contact Us