[ ]
Phokis — Delphi — 142/1 or 141/0 BC
1 | θεός. τύχαν ἀγαθάν. |
ἄρχοντος Δάμωνος, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Ἐκεφύλου, Ἀναξανδρίδα | |
τοῦ Αἰακίδα, Εὐκλέος τοῦ Καλλιστράτου· ἐπεὶ Ἁγίων Πολυκλείτου ἐπελθὼν ἐπὶ τὰν ἐκκλησίαν διελέγη | |
ὑπὲρ Λύκου τοῦ Καλλικράτεος Ὑπα[τ]αί[ου] διότι ἐκτενὴς καὶ εὔνους ὑπάρχει ποτί τε τὸ ἱερὸν καὶ τὰν | |
5 | πόλιν τῶν Δελφῶν καὶ περὶ πλείστου ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, αὐτοσαυτὸν εὔχρ[η]- |
στον ἐμ παντὶ καιρῶι παρασκευάζων καὶ κοινᾶι τᾶι πόλει καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχανόντοις τῶν πο- | |
λειτᾶν ἐν ἅ κά τις αὐτὸν παρακαλῆ<ι> συμ[ποτι]γινόμενος μετὰ πάσας προθυμίας ἐν οἷς κα τυγχάνωντι χρ[εί]- | |
αν ἔχοντες καὶ λέγων καὶ πράσσων [δ]ιὰ παντὸς περὶ τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν, σπουδᾶς | |
καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων· ἐπὶ [δ]ὲ τούτοις ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορ[ᾶι] | |
10 | τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· [ἐ]πα[ινέ]σαι Λύκον Καλλικράτεος Ὑπαταῖον ἐπί τε τᾶι προαιρέσει ἇι |
ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ ὑπάρχειν αὐτῶι καὶ ἐκγόνοις παρὰ τᾶς πό- | |
λιος προξενίαν, προμαντείαν, πρ[οδικίαν], ἀσυλίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς | |
ἁ πόλις τίθητι καὶ γᾶς καὶ οἰκίας [ἔγκ]τη[σ]ιν καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις | |
τᾶς πόλιος ὑπάρχει· ἀνα[γ]ρά[ψαι] δ[ὲ το]ὺς ἄρχοντας τὸ ψάφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπι- | |
15 | φανεστάτωι τόπωι. |