[ ] Phokis — Delphi — 142/1 or 141/0 BC
1                               θεός. τύχαν ἀγαθάν.
ἄρχοντος Δάμωνος, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Ἁγίωνος τοῦ Ἐκεφύλου, Ἀναξανδρίδα
τοῦ Αἰακίδα, Εὐκλέος τοῦ Καλλιστράτου· ἐπεὶ Ἁγίων Πολυκλείτου ἐπελθὼν ἐπὶ τὰν ἐκκλησίαν διελέγη
ὑπὲρ Λύκου τοῦ Καλλικράτεος Ὑπα[τ]αί[ου] διότι ἐκτενὴς καὶ εὔνους ὑπάρχει ποτί τε τὸ ἱερὸν καὶ τὰν
5 πόλιν τῶν Δελφῶν καὶ περὶ πλείστου ποιείμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, αὐτοσαυτὸν εὔχρ[η]-
στον ἐμ παντὶ καιρῶι παρασκευάζων καὶ κοινᾶι τᾶι πόλει καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχανόντοις τῶν πο-
λειτᾶν ἐν ἅ κά τις αὐτὸν παρακαλῆ<ι> συμ[ποτι]γινόμενος μετὰ πάσας προθυμίας ἐν οἷς κα τυγχάνωντι χρ[εί]-
αν ἔχοντες καὶ λέγων καὶ πράσσων [δ]ιὰ παντὸς περὶ τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν, σπουδᾶς
καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων· ἐπὶ [δ]ὲ τούτοις ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορ[ᾶι]
10 τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· [ἐ]πα[ινέ]σαι Λύκον Καλλικράτεος Ὑπαταῖον ἐπί τε τᾶι προαιρέσει ἇι
E)/XWN DIATELEI= POTI/ TE TO\ I(ERO\N KAI\ TA\N PO/LIN TW=N *DELFW=N KAI\ U(PA/RXEIN AU)TW=I KAI\ E)KGO/NOIS PARA\ TA=S PO/-
λιος προξενίαν, προμαντείαν, πρ[οδικίαν], ἀσυλίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς
ἁ πόλις τίθητι καὶ γᾶς καὶ οἰκίας [ἔγκ]τη[σ]ιν καὶ τἆλλα τίμια ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις
τᾶς πόλιος ὑπάρχει· ἀνα[γ]ρά[ψαι] δ[ὲ το]ὺς ἄρχοντας τὸ ψάφισμα ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπι-
15 φανεστάτωι τόπωι.
Search Help
Contact Us