[ ]
Phokis — Delphi — undated — SGDI 2684
1 | ἄρχοντος Ἡρακλείδα, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Πολυτ[ιμίδα] |
[τ]οῦ Μελισσίωνος, Φίλωνο[ς] τοῦ Ἰατάδα, γραμματεύοντος δὲ τᾶς βουλᾶ[ς] | |
[Ἐχεφ]ύλου τοῦ Πολυκλείτο[υ· Δ]ελφοὶ {ε} ἔδωκαν Ἀντιλέωνι Ἀντιλέωνος | |
{․․․} Ἀρσινοεῖ αὐτῶι καὶ ἐκ[γόνο]ις προξενίαν, προμαντείαν, προδικία[ν], | |
5 | [ἀσυ]λίαν, ἀτέλειαν, προεδρί[αν ἐν] πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις τί[θητι], |
καὶ τὰ ἄλλα τίμια πάντα ὅ[σα καὶ τοῖ]ς ἄλλοις προξένοις καὶ εὐεργέ[ταις] | |
τᾶς πόλιος ὑπάρχει. |