[ ] Phokis — Delphi — ca. 131/0 BC — SGDI 2690
1 [ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀ]γορᾶι τελείωι σὺμ ψά[φοις ταῖς ἐ]ννόμοις· ἐπειδὴ παρα-
[γενόμενοι ποθ’ ἁμὲ πὰρ τοῦ δάμου τοῦ Ἑ]ρμιονέων δικασταὶ Σ[ωσθέ]νη[ς] Ἀγαθοκλέος, Κυλοίας Καλλία,
[Θεοκλείδας Θεοκλείδα ε]ἰς [τὰς δίκας] τὰς ὑπαρχούσας ἁ[μῖν π]οτὶ Λοκρο[ὺ]ς κατὰ τὸ σύμβολον, τάν
[τε ἐπιδαμίαν καὶ ἀναστρο]φὰν ἐπ[οιήσ]αντο ἀξίως τῶν τε [ἐξ]αποστειλάντων αὐτοὺς καὶ τᾶς ἁμε-
5 [τέρας πόλιος καὶ αὐτοσα]υτῶν, τῶ[ν δ]ὲ ἐνκλημάτων ἃ μὲ[ν] διέλυσαν σπ[ο]υδᾶς καὶ φιλοτιμίας οὐ-
[δὲν ἐλλείποντες, ἃ δὲ ἔκ]ριναν ἀπὸ [το]ῦ βελτίστου πλεῖστ[ο]ν λόγον ποιείμενοι καὶ τοῦ δικαίου καὶ κα-
[θήκοντος· ἀγαθᾶι τύχ]αι· δεδό[χ]θαι τ[ᾶ]ι πόλει τῶν Δελφῶ[ν] ἐπαινέσαι μὲν τὸν δᾶμον τὸν Ἑρμιο-
[νέων ἐπὶ τῶι εὔνουν εἶμ]εν καὶ ἐξαποσ[τ]εῖλαι ἄνδρας κα[λοὺ]ς καὶ ἀγαθούς, [ἐπ]αινέσαι δὲ κ[αὶ αὐ]-
[τοὺ]ς τοὺ[ς δικαστὰς Σωσ]θένην Ἀγαθοκλέ[ο]ς, Κυλοίαν Κα[λ]λία, Θεοκλείδαν Θεοκλείδα [καὶ δε]-
10 δόσθαι αὐ[τοῖς καὶ ἐκγόνοις] παρὰ τᾶς πόλιος [πρ]οξενίαν, π[ρο]μαντείαν, προδικίαν, ἀ[συλίαν, ἀτέλει]-
αν, προεδρία[ν ἐν πᾶσι τοῖς] ἀγώνοις οἷς ἁ πόλις [τί]θητι κα[ὶ γᾶ]ς καὶ οἰκίας ἔγκτησιν [καὶ τἆλλα τί]-
μια ὅσα καὶ τοῖς [ἄλλοις προξ]ένοις καὶ εὐεργέταις [τ][ς] πόλι[ος] ὑπάρχει· καλέσαι δὲ αὐτ[οὺς τοὺς ἄρ]-
χοντας καὶ ἐπὶ τὰ[ν κοινὰν τ]ᾶς πόλιος ἑστίαν. ἄρχ[ον]τος [Ἀτε]ισίδα τοῦ Ξένωνος, βουλ[ευόντων τὰν]
δευτέραν ἑξάμη[νον Ἀν]αξαν[δρίδ]α τοῦ Αἰακίδ[α, Νικ]αρέτου τοῦ Ἀντιχάρεο[ς, γραμμα]-
15 τεύοντος δὲ βουλᾶς [Καλ]λίκωνος τοῦ Εὐκράτεο[ς].
Search Help
Contact Us