[ ]
Phokis — Delphi — ca. 200 BC
1 | θεοί. |
ἄρχοντος ἐν Δελφοῖς Φιλαιτώλου, πυλαίας ὀπωρινῆς, ἱερομνα- | |
μονούντων· Αἰτωλῶν Τελεσάρχου Ἀπιρίκου, Λέωνος Ναυπα- | |
κτίου, Στομίου Μαχετιέος, Θεοδώρου Ἀργείου, Νικοβούλου Θηβαίου, | |
5 | Εὐρυμάχου Θαυμακοῦ, Δορυμένεος Ὑπαταίου, Θεοδώρου Κοττα- |
έος, Λαττάμου Βουκατιέος, Εὐδάμου Ἀρσινοέος, Λαμίου Ἀπολλω- | |
νιέος· Κεφαλλάνων Οἰνανθίου· Δελφῶν Ἀριστομάχου, Καλλικρά- | |
τεος· Ἀθηναίων Ἀριστοκλέος· Βοιωτῶν Φόξου, Καλλικράτεος· | |
Μαγνήτων Πολεμαίου· Χίων Μητροφάνεος· γραμματεύον- | |
10 | τος τοῖς ἱερομνάμοσιν Μενάνδρου Θαυμακοῦ· |
ἀγαθᾶι τύχαι· ἔδοξε τῶι κοινῶι τῶν Ἀμφικτιόνων, ἐπεὶ ἁ πόλις | |
ἁ τῶν Ἀντιοχέων τῶν ἐκ τοῦ Χρυσαορέων ἔθνεος, συγγενὴς ἐοῦσα | |
τῶν Ἑλλάνων, ἀποστείλασα πρεσβευτὰς ποτὶ πλέονας τέτευχε | |
πάντων τῶν τιμίων καὶ φιλανθρώπων, καὶ Παυσίμαχος δὲ ὁ πα- | |
15 | ρ’ αὐτῶν πρεσβεύσας ἐν ἐκείναις τε καλῶς καὶ ἀξίως τῶν Ἑλλά- |
νων ἀνέστρεπται, καὶ νῦν ποτειληφὼς χρησμὸν παρὰ τοῦ θεοῦ, | |
κατακολουθέων {του} τούτωι, ποτελθὼν ποτὶ τὸ συνέδριον ἁμῶν, | |
περί τε τᾶς ἰδίας πατρίδος πολλὰ κατευφάμηκε, ἐμφανίζων τὰν | |
εὐσέβειαν αὐτᾶς καὶ τὰν ἀρετάν, ὁμοίως δὲ καὶ περὶ βασιλέος | |
20 | Ἀντιόχου τοῦ εὐεργέτα Ἀντιοχέων εὐλόγηκε εὐχαριστῶν |
αὐτῶι διότι τὰν δαμοκρατίαν καὶ τὰν εἰράναν ἐν τοῖς Ἀντιοχεῦσιν | |
διαφυλάσσει κα[τ] τὰν τῶν προγόνων ὑφάγησιν· δεδόχθαι ἀποκρίνασ- | |
θαι αὐτῶι ὅτι τὸ κοινὸν τῶν Ἀμφικτιόνων τὰν μὲν πόλιν τὰν Ἀντιο- | |
χέων καὶ τὰν χώραν ἀναδεικνύει ἄσυλον καὶ ἱερὰν τοῦ Χρυσαορ[έ]- | |
25 | ως καὶ Ἀπόλλωνος Ἰσοτίμου, τὸν δὲ δᾶμον αὐτῶν καὶ βασιλῆ Ἀντίο[χον] |
ἐπαινεῖ, καὶ στεφανοῖ ἑκάτερον εἰκόνι χαλκέαι ὀκταπάχει ἐπὶ πᾶσι | |
τοῖς προγεγραμμένοις· στᾶσαι δὲ τὰς εἰκόνας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ- | |
λωνος τοῦ Πυθίου καὶ καρῦξαι ἐν τοῖς Πυθίοις· ἐπαινεῖ δὲ καὶ Παυσί- | |
μαχον Ἰατροκλέος, καὶ στεφανοῖ χρυσέωι στεφάνωι ἀρετᾶς ἕνε- | |
30 | κεν καὶ φιλοτιμίας τῆς εἰς τὰν αὐτοῦ πατρίδα, καὶ καρῦξαι τὸν στέ- |
φανον αὐτοῦ ἐν τᾶι πατρίδι, ὅταν εἰσάγηι τὸν τῶν Σωτηρίων στέ- | |
φανον· ὅπως δὲ καὶ ὑπόμναμα ἦι εἰς ἅπαντα τὸν χρόνον, ἀναγράψαι | |
τόδε τὸ ψάφισμα ἐν τᾶι βάσει τᾶι τοῦ βασιλέως Ἀντιόχου ἐν τῶι | |
ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθίου καὶ ἀποστεῖλαι ποτ’ Ἀντιοχεῖς | |
35 | σφραγισαμένους τᾶι κοινᾶι τῶν Ἀμφικτιόνων σφραγῖδι. |