[ ]
Phokis — Delphi — 157/6 BC — SGDI 2737
| 1 | ἀγαθᾶι τύχαι. |
| [ἄρχο]ντος Πατρέα, βουλευόντων τὰν πρώταν ἑξάμηνον Ἀστυόχου, Ἀρχελ[άου, Νι]- | |
| [κία], ἔδοξεν τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι· ἐπειδὴ παραγενόμ[ενοι] | |
| [οἱ ἀ]ποσταλέντες θεωροὶ ποτὶ τὸν βασιλῆ Πτολεμαῖον Ἀστύοχος, Εὐαγόρα[ς] | |
| 5 | [ἐπάγ]γελλον τᾶι πόλει, διότι Σέλευκος Βίθυος Ἀλεξανδρεὺς ἀνὴρ ἀγαθὸς ὢ[ν δια]- |
| [τελεῖ] ποτὶ τὸ ἱερὸν καὶ τὰν πόλιν τῶν Δελφῶν καὶ περὶ πλείστου ποιείμενος [τὰν πο]- | |
| [τὶ τοὺ]ς θεοὺς εὐσέβειαν καὶ αὐτοσαυτὸν εὔχρηστον ἐμ παντὶ καιρῶι παρασ[κευάζ]- | |
| [ων καὶ] κοινᾶι τᾶι πόλει καὶ ἰδίαι τοῖς ἐντυνχανόντοις τῶν πολιτᾶν εἰς ἅ κά τις αὐτ[ὸν παρα]- | |
| [καλῆι], καὶ τοῖς ἀφικνουμένοις Δελφῶν ποτὶ τὸν βασιλῆ Πτολεμαῖον συνεργείμε[νος με]- | |
| 10 | [τὰ προ]θυμίας, ἐν οἷς κα τυγχάνωντι χρείαν ἔχοντες, καὶ λέγει καὶ πράττει τὰ συμ[φέροντα] |
| [διὰ π]αντὸς παρὰ τῶι βασιλεῖ περί τε τοῦ ἱεροῦ καὶ τᾶς πόλιος τῶν Δελφῶν· περὶ δ[ὴ τούτων]· | |
| [ἀγα]θᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐπαινέσαι Σέλευκον Βίθυος Ἀλε[ξανδρῆ] | |
| [ἐπὶ τ]ᾶι προαιρέσει, ἃν ἔχων διατελεῖ ποτί τε τὸ ἱερὸν καὶ τὰν πόλιν, καὶ στεφαν[ῶσαι αὐτὸν δά]- | |
| [φνας σ]τεφάνωι τᾶς παρὰ τοῦ θεοῦ, καθὼς πάτριόν ἐστι Δελφοῖς, ὑπάρχειν δὲ αὐτῶι [καὶ ἐκγόνοις] | |
| 15 | [προξ]ενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγών[οις οἷς ἁ πόλις] |
| [τίθη]τι καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· ἀναγράψαι δὲ τὸ ψά[φισμα τόδε τοὺς ἐπι]- | |
| [μελητὰς τῶ]ν Σωτηρίων Ἀνδρομένη, Φιλοκράτη καὶ ἀναθέμεν ἐν τῶι ἱερῶι ἐν τῶ[ι ἐπιφα]- | |
| [νεστάτωι τ]όπωι. |