[ ] Phokis — Delphi — 100-50 BC
1 τὰν δὲ ἀναγρ[αφὰν] τᾶ[ς] ὁμολογίας ποιησά[σθω] τὰ[ν μὲν ἐν]
Δελφοῖς οἱ Ἔγγαι̣οι ἐμ μηνὶ Ἑ̣ρ̣μανίωι, ὡς Σκαρφεῖς ἄγο[ντι],
τᾶς Τιμο[λ]όχου καὶ Ἀπελλέα ἀρχᾶς, τὰν δὲ ἐν Πυλαίαι [Θρο]-
νιεῖς ἐμ μηνὶ Ἱππείωι, ὡς Θρονιεῖς ἄγοντι, τᾶς Ἀριστ[άρχο]υ ἀ[ρ]-
5 χᾶς. φερόνθω δὲ καὶ γράμματα οἱ Ἔγγαιοι παρὰ τοῦ κοι-
νοῦ τῶν Λοκρῶν ποτὶ τὰν πόλιν τῶν Δελφῶν, ὅτι εὐαρεσ-
τέοντι τᾶι ἀναγραφᾶι τᾶς ὁμολογίας, ὡσαύτως δὲ καὶ
Θρονιεῖς παρὰ τᾶς ἰδίας πόλιος. καταχωριζόντω δὲ καὶ
ἐν τὸ σύμβολον τὸ ὁμόλογον τοῦτο, καὶ μὴ ἔστω κυ-
10 ρι<ω>τέρα τοῦ ὁμολόγου τούτου ἐν τῶι συνβόλωι [ὁμολο]-
γία μηδεμία. ἐν δὲ τὰν ἀναγραφὰν τᾶς ὁμολογίας τᾶς
μὲν ἐν Δελφοὺς δόντω τὸ ἀνάλωμα οἱ Ἔγγαοι, τᾶς δὲ
ἐν Πυλαίαι Θρονιεῖς. εἰ δὲ μὴ ἀναγράφοντι τὰν ὁμολογίαν
οἱ Ἔνγαοι ἐν τοῖς γεγραμμένοις χρόνοις, ὑπόδικοι ἐόντω τᾶι
15 πόλει τῶν Θρονιέων ποτ’ ἀργυρίου τάλαντα δύο.
Search Help
Contact Us