[ ]
Phokis — Delphi — 100-50 BC
1 | τὰν δὲ ἀναγρ[αφὰν] τᾶ[ς] ὁμολογίας ποιησά[σθω] τὰ[ν μὲν ἐν] |
Δελφοῖς οἱ Ἔγγαι̣οι ἐμ μηνὶ Ἑ̣ρ̣μανίωι, ὡς Σκαρφεῖς ἄγο[ντι], | |
τᾶς Τιμο[λ]όχου καὶ Ἀπελλέα ἀρχᾶς, τὰν δὲ ἐν Πυλαίαι [Θρο]- | |
νιεῖς ἐμ μηνὶ Ἱππείωι, ὡς Θρονιεῖς ἄγοντι, τᾶς Ἀριστ[άρχο]υ ἀ[ρ]- | |
5 | χᾶς. φερόνθω δὲ καὶ γράμματα οἱ Ἔγγαιοι παρὰ τοῦ κοι- |
νοῦ τῶν Λοκρῶν ποτὶ τὰν πόλιν τῶν Δελφῶν, ὅτι εὐαρεσ- | |
τέοντι τᾶι ἀναγραφᾶι τᾶς ὁμολογίας, ὡσαύτως δὲ καὶ | |
Θρονιεῖς παρὰ τᾶς ἰδίας πόλιος. καταχωριζόντω δὲ καὶ | |
ἐν τὸ σύμβολον τὸ ὁμόλογον τοῦτο, καὶ μὴ ἔστω κυ- | |
10 | ρι<ω>τέρα τοῦ ὁμολόγου τούτου ἐν τῶι συνβόλωι [ὁμολο]- |
γία μηδεμία. ἐν δὲ τὰν ἀναγραφὰν τᾶς ὁμολογίας τᾶς | |
μὲν ἐν Δελφοὺς δόντω τὸ ἀνάλωμα οἱ Ἔγγαοι, τᾶς δὲ | |
ἐν Πυλαίαι Θρονιεῖς. εἰ δὲ μὴ ἀναγράφοντι τὰν ὁμολογίαν | |
οἱ Ἔνγαοι ἐν τοῖς γεγραμμένοις χρόνοις, ὑπόδικοι ἐόντω τᾶι | |
15 | πόλει τῶν Θρονιέων ποτ’ ἀργυρίου τάλαντα δύο. |