[ ]
Phokis — Delphi — 247 or 243 BC — SDGI 2736
1 | θεοί. |
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι, σὺν ψάφο[ις] | |
ταῖς ἐννόμοις· ἐπειδὴ Λυσίας Φιλομήλου Μακεδὼν | |
διατελεῖ τά τε ποτὶ τὸν θεὸν καὶ τὸ ἱερὸν εὐσεβέων, καὶ τ- | |
5 | ᾶι πόλει κοινᾶι καὶ τοῖς ἐντυγχανόντοις ἀεὶ καθ’ ἰδίαν |
Δελφῶν φιλανθρώπως χρείμενος, ἀναγράψαι Λυσίαν | |
καὶ αὐτὸν καὶ ἐκγόνους εὐεργέτας τοῦ ἱεροῦ καὶ τᾶς πό- | |
λιος πρόξενον· ὑπάρχειν δ’ αὐτῶι καὶ τοῖς ἐκγόνοις προ- | |
μαντείαν, προδικίαν, ἀτέλειαν, προεδρίαν ἐν τοῖς ἀγώ- | |
10 | νοις, ἀσυλίαν, ἀσ{σ}φάλειαν {²⁶ἀσφάλειαν}²⁶, καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τ- |
οῖς ἄλλοις εὐεργέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλιος δέδοται. | |
ἄρχοντος Δαμοτίμου, βουλευόντων Μιμνέα, Ξένωνος, | |
Λύσωνος, Ἀρχιάδα, Δάμωνος. |