[ ] Phokis — Delphi — 246 or 242 BC — SGDI 2733
1                                   [θε]οί.
[ἔδοξε τᾶι π]όλει τῶν Δελφῶν. ἐπεὶ βασιλεὺς Σέλευκος βασιλέως
[Ἀντιόχ]ου, ἀποστείλας γράμματα ποτὶ τὰν πόλιν, ἀξιοῖ τό τε ἱερὸν τὸ
[τᾶς] Ἀφροδίτας τᾶς Στρατονικίδος καὶ τὰν πόλιν τῶν Σμυρναίων
5 [ἱε]ρὰν καὶ ἄσυλον εἶμεν, αὐτὸς πρότερον πεπεισμένος τῶι τοῦ θεοῦ
χρησμῶ̣ι, καὶ πεποιηκὼς ἃ καὶ τὰν πόλιν ἀξιοῖ, ἐπικεχώρηκε δὲ τοῖς [Σμυρ]-
ναίοις τάν τε πόλιν καὶ τὰν χώραν αὐτῶν ἐλευθέραν εἶμεν καὶ ἀφο[ρο]-
λόγητον, καὶ τάν τε ὑπάρχουσαν αὐτοῖς χώραν βεβαιοῖ, καὶ τὰν πάτρι[ον]
ἐπαγγέλλεται ἀποδώσειν, οἴονται δὲ δεῖν καὶ οἱ Σμυρναῖοι, πρεσβευτὰς ἀπο[στεί]-
10 λαντες Ἑρμόδωρον καὶ Δημήτριον, ἀναγραφῆμεν ἐν τῶι ἱερῶι, ὥσπ[ερ καὶ]
ὁ βασιλεὺς ἀξιοῖ, τὰ ἐπικεχωρημένα αὐτοῖς· δεδόχθαι τᾶι πόλει τῶν Δελ-
φῶν τό τε ἱερὸν τὸ τᾶς Ἀφροδίτας τᾶς Στρατονικίδος καὶ τὰμ πόλιν τῶν [Σμυρ]-
ναίων ἱερὰν καὶ ἄσυλον εἶμεν, καθάπερ ὅ τε βασιλεὺς ἐπέστελκε [καὶ]
ἁ τῶν Σμυρναίων πόλις ἀξιοῖ, ἐντείλασται δὲ καὶ τοῖς θεωροῖς τοῖ[ς τὰ]
15 Πύθια ἐπαγγελλόντοις ἐπαινέσαι τὸν βασιλέα Σέλευκον ἐπί τε το[ύτοις]
καὶ τᾶι εὐσεβείαι καὶ τῶι ἐπακολουθηκέναι τῶι τοῦ θεοῦ χρησμῶι,
καὶ θῦσαι τᾶι Ἀφροδίται· ἀναγράψαι δὲ τὸ μὲν ψάφισμα τόδε τὰν πόλιν
ἐν τῶι ἱερῶι τοῦ θεοῦ, τὰν δ’ ἐπιστολὰν ἐν τῶι ἀρχείωι ἐν τῶι τοίχωι.
Search Help
Contact Us