[ ]
Phokis — Delphi — 246 or 242 BC — SGDI 2733
1 | [θε]οί. |
[ἔδοξε τᾶι π]όλει τῶν Δελφῶν. ἐπεὶ βασιλεὺς Σέλευκος βασιλέως | |
[Ἀντιόχ]ου, ἀποστείλας γράμματα ποτὶ τὰν πόλιν, ἀξιοῖ τό τε ἱερὸν τὸ | |
[τᾶς] Ἀφροδίτας τᾶς Στρατονικίδος καὶ τὰν πόλιν τῶν Σμυρναίων | |
5 | [ἱε]ρὰν καὶ ἄσυλον εἶμεν, αὐτὸς πρότερον πεπεισμένος τῶι τοῦ θεοῦ |
χρησμῶ̣ι, καὶ πεποιηκὼς ἃ καὶ τὰν πόλιν ἀξιοῖ, ἐπικεχώρηκε δὲ τοῖς [Σμυρ]- | |
ναίοις τάν τε πόλιν καὶ τὰν χώραν αὐτῶν ἐλευθέραν εἶμεν καὶ ἀφο[ρο]- | |
λόγητον, καὶ τάν τε ὑπάρχουσαν αὐτοῖς χώραν βεβαιοῖ, καὶ τὰν πάτρι[ον] | |
ἐπαγγέλλεται ἀποδώσειν, οἴονται δὲ δεῖν καὶ οἱ Σμυρναῖοι, πρεσβευτὰς ἀπο[στεί]- | |
10 | λαντες Ἑρμόδωρον καὶ Δημήτριον, ἀναγραφῆμεν ἐν τῶι ἱερῶι, ὥσπ[ερ καὶ] |
ὁ βασιλεὺς ἀξιοῖ, τὰ ἐπικεχωρημένα αὐτοῖς· δεδόχθαι τᾶι πόλει τῶν Δελ- | |
φῶν τό τε ἱερὸν τὸ τᾶς Ἀφροδίτας τᾶς Στρατονικίδος καὶ τὰμ πόλιν τῶν [Σμυρ]- | |
ναίων ἱερὰν καὶ ἄσυλον εἶμεν, καθάπερ ὅ τε βασιλεὺς ἐπέστελκε [καὶ] | |
ἁ τῶν Σμυρναίων πόλις ἀξιοῖ, ἐντείλασται δὲ καὶ τοῖς θεωροῖς τοῖ[ς τὰ] | |
15 | Πύθια ἐπαγγελλόντοις ἐπαινέσαι τὸν βασιλέα Σέλευκον ἐπί τε το[ύτοις] |
καὶ τᾶι εὐσεβείαι καὶ τῶι ἐπακολουθηκέναι τῶι τοῦ θεοῦ χρησμῶι, | |
καὶ θῦσαι τᾶι Ἀφροδίται· ἀναγράψαι δὲ τὸ μὲν ψάφισμα τόδε τὰν πόλιν | |
ἐν τῶι ἱερῶι τοῦ θεοῦ, τὰν δ’ ἐπιστολὰν ἐν τῶι ἀρχείωι ἐν τῶι τοίχωι. |