[ ] Phokis — Delphi — undated
1                                    θε[οί].
Δελφοὶ ἔδωκαν Βούται Μελισσίων[ος] Σαμίωι αὐτῶ[ι καὶ ἐκγόνοις προξενίαν],
προμαντείαν, προεδρίαν, προδ[ικία]ν, ἀσυλίαν, ἀτέλ[ειαν πάντων καὶ τἆλλα ὅσα]
[κ]αὶ τοῖς ἄλλοις προξένοις [καὶ ε]ὐεργέταις. ἄρχ[οντος τοῦ δεῖνος, βουλευόντων]
5 [τοῦ δεῖνος], Κρίτωνος, Η̣[․․․․]νος.
Search Help
Contact Us