[ ]
Phokis — Delphi — ca. 321 BC
1 | υἱὸς Ἀλεξάνδρου Κράτερος τάδε τὠπόλλων[ι] |
ηὔξατο τιμάεις καὶ πολύδοξος ἀνήρ· | |
στᾶσε, τὸν ἐν μεγάροις ἐτεκνώσατο καὶ λίπε παῖδα, | |
πᾶσαν ὑποσχεσίαν πατρὶ τελῶν, Κράτερος, | |
5 | ὄφρα οἱ ἀΐδιόν τε καὶ ἁρπαλέον κλέος ἄγρα, |
ὦ ξένε, ταυροφόνου τοῦδε λέοντος ἔχοι· | |
ὅμ ποτε, Ἀλ[εξά]νδρωι τότε ὅθ’ εἵπετο καὶ συνεπόρθει | |
τῶι πολυαιν[ή]τωι τῶιδε Ἀσίας βασιλεῖ, | |
ὧδε συνεξαλάπαξε καὶ εἰς χέρας ἀντιάσαντα | |
10 | ἔκτανεν οἰονόμων ἐν περάτεσσι Σύρων. |