[ ] Phokis — Delphi — ca. 321 BC
1 υἱὸς Ἀλεξάνδρου Κράτερος τάδε τὠπόλλων[ι]
   ηὔξατο τιμάεις καὶ πολύδοξος ἀνήρ·
στᾶσε, τὸν ἐν μεγάροις ἐτεκνώσατο καὶ λίπε παῖδα,
   πᾶσαν ὑποσχεσίαν πατρὶ τελῶν, Κράτερος,
5 ὄφρα οἱ ἀΐδιόν τε καὶ ἁρπαλέον κλέος ἄγρα,
   ὦ ξένε, ταυροφόνου τοῦδε λέοντος ἔχοι·
ὅμ ποτε, Ἀλ[εξά]νδρωι τότε ὅθ’ εἵπετο καὶ συνεπόρθει
   τῶι πολυαιν[ή]τωι τῶιδε Ἀσίας βασιλεῖ,
ὧδε συνεξαλάπαξε καὶ εἰς χέρας ἀντιάσαντα
10    ἔκτανεν οἰονόμων ἐν περάτεσσι Σύρων.
Search Help