[ ] Phokis — Delphi — ca. 208 BC
1                     θε[οί.       τύ]χαι      ἀγαθᾶι.
ἐπειδὴ ο[ἱ] ἀποσταλέντες ὑπὸ τοῦ βασιλέως Ἀτ<τ>άλου ἐπὶ τὰν φυλα[κὰν]
[τ]ᾶς πόλιος τῶν Λιλαιέων οἱ στρατιῶται καὶ ἁγεμόνες οἱ μετὰ Θρασ[υμάχου ἀπο]-
σταλέντες τ[ά]ν τε πόλιν δι[ε]φύλαξαν μετά τε τοῦ δαιμονίου [καὶ τῶν] πολιτᾶ[ν]
5 καὶ τὰν λοιπὰν ἀναστροφ[ὰ]ν ἐποήσαντ[ο] καλῶς καὶ δ[ι]καίως καὶ [ὁ]σ[ί]ως· ἔδοξ-
ε τᾶι πόλει τῶν Λιλαιέων· τόν τε ἁγεμόνα Θρασύμαχον καὶ το[ὺ]ς μετὰ αὐτοῦ
στρατιώτας καὶ ἡγεμόνας τοὺς ἐλθόντας ἐπὶ τὰν φυλακὰν τᾶς πόλιος
<προξένους> εἶμεν <καὶ> εὐεργέτας τᾶς πόλιος· ὑπάρχειν δὲ αὐτοῖς καὶ ἰσοπολιτεί-
αν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰράνας καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τοῖς ἄλ-
10 λοις προξένοις καὶ εὐεργέταις· δεδόσθω δὲ καὶ τῶι ξεναγῶι αὐτῶν Ἀθη-
νοδώρωι ἅ τε προξεν[ί]α καὶ ἰσοπολιτεία καθὼς καὶ τοῖς στρατιώταις
αὐτοῦ. ἀρχόντων Πράξωνος, Εὐάνορος· ἱερ<ητ>εύοντος τῶι [Καφισῶι] Τιμανγ[έλου].
col. I.13 Θρασυμάχωι Ἀριστίωνος Αἰνιᾶνι
Ἀθηνοδώρωι Ἀλ[ε]ξιάδ̣[ου Περ]γαμηνῶι
15 Ἀντι[πά]τρωι Ἀρισ․․․․․․ους Π[ερ]γαμηνῶι
Ἀπ[ολ]λωνίωι Ἀσκληπ[ιάδ]ου Κολ[ο]φωνίωι
Ἀρτεμιδώρωι Δι[ον]υσίου Περγαμηνῶι
[․․․]ημωι Διονυσίου Βισανθηνῶι
Διονυσίωι Ἀρχελάου Π[ερ]γαμη[νῶι]
20 Μητροδώρωι Ἀπ[ο]λλωνίου Περγαμηνῶι
[․․․․]φωι Εὐ[․․]ν̣ου Περγαμηνῶι
Ἀπολλωνί[ωι] Ἀσ[— — —]αίου Περγαμηνῶι
Λ[․․]ΕΙωι Τε[․․․]ου Περγαμηνῶι
Σωσθείδει Νε[— — —] Περγαμηνῶι
25 [Ἀν?]τέρωτι Ἡρα[— — —]ς Περγαμηνῶι
Ἀρτεμιδώρωι Εὐθ[υ]δάμου Περ<γ>αμηνῶι
[Μη]νοφίλωι Λ[․․․․]Λ[․]ους Περγαμηνῶι
[ρκέ?]σων[ι — —]Ω[— —] Περγαμηνῶι
[․․․]Ιον[— — — — — — — Π]εργαμηνῶι
30 [․․․]άνδρω[ι — — —] Περγαμηνῶι
[․․․]ΟΚΑΛΟΙΝ․Ι Μενίσ[κ]ου Περγαμηνῶι
[․․․]ΛΗΜ — Μά[κ]ρωνος Περγαμηνῶι
[— — —]ανωι Διονυσίου Περγαμηνῶι
col. II.13 Μηνοφῶντι Η[․․]ν[— — Πε]ργαμ[ην]ῶι
Κλεινομάχωι Γλαύκου Περγαμηνῶι
15 Ἀρτέμωνι Ἡρακλείδου Περγαμη[νῶι]
Αἰσχρίωνι Ἀσστια[․․․] Περγαμηνῶι
Ἀπ․Ν․ΕΙ Δάμωνος Περγαμηνῶι
Ἑρμογένει Μενίππου Περγαμηνῶι
Ἀμύνται Τιμοθέου Περγαμηνῶι
20 Ἀσκληπιάδει Σωπάτρου Περγαμηνῶι
Μάκρωνι Ἀματόκου Περγαμηνῶι
Διονυσίωι Δημητρίου Περγαμηνῶι
Ἑρμοκρίτωι [․․․․․․] Περγαμηνῶι
Ἡλιοδώ[ρωι] Φιλάγρου Περγαμηνῶι
25 Δημητρίωι Δημητρίου Περγαμηνῶι
Μητροφάνει Μελεάγρου Περγαμηνῶι
[— — — — — — — — — — — —] Βισανθ[ηνῶι]
Β̣ί̣θυι Κλέωνος Βισανθηνῶι
Ἀπολλωνίωι [․․․․․․․]ου Περγαμηνῶι
30 Ἕρμωνι Ἀγαθοκλέους Περγαμηνῶι
Εὐαγόρ[αι Μ]ν̣ασιτίμου? Περγαμηνῶι
Δ[․․․]ΝΙ[․․․․]ΟΡΑ[․․․]ου Περ[γαμηνῶι]
Τιμοφά[ν]ει Κλέ[ωνο]ς Περγ[αμηνῶι]
Search Help
Contact Us