[ ]
Phokis — Delphi — 50-100 AD
1 | [ἀγαθᾶι τύ]χ̣αι. |
[ἄρχοντος Νει]κ̣άρχου τοῦ Νεικα[․․․․․], | |
[μηνὸς Βουκ]ατίου ιεʹ· ἐπειδὴ Σε․․․ | |
[․․․․․․․․․]υατος Δαμασκηνὸς ὁ [καὶ] | |
5 | [Λακεδαιμ]όνιος, ἐπιδημήσας ἡμ[ῶν] |
[τῇ πό]λει ἐπὶ τῷ ἀγωνίσασθαι τὸ[ν] | |
[τῶν Πυθ]ίων ἀγῶνα, οὐ μόνον ἠγω[νί]- | |
σατ̣[ο ἀν]αλόγως τῆς πρὸς τὸν θεὸ[ν ἡ]- | |
μῶν [ε]ὐσεβείας, ἐνκωμιάσας αὐτ[ὸν] | |
10 | ἀξίως τῆς περὶ αὐτὸν θειότητος ὡ[ς τῶν] |
ἐπιβαλλ̣όντων τ[υ]χεῖν στεφάνων, ἀλ[λὰ καὶ] | |
ἠθῶν ἐπ̣[εδε]ίξατο σεμνότητα· [ἔδοξεν] | |
τῇ Δελφ[ῶ]ν πόλει· τετειμῆσθαι [αὐτὸν πο]- | |
λειτείᾳ, προμαντείᾳ, προθυσί[ᾳ, ἐνκτή]- | |
15 | σει γᾶς καὶ ο[ἰκ]ίας, ἄλλαις τ[ειμαῖς ὅ]- |
σας οἱ ἀγαθο[ὶ ἄν]δρες παρ[ὰ τῆς πόλεως] | |
λαμβάνουσι. |