[ ] Phokis — Delphi — 50-100 AD
1     [ἀγαθᾶι τύ]χ̣αι.
[ἄρχοντος Νει]κ̣άρχου τοῦ Νεικα[․․․․․],
[μηνὸς Βουκ]ατίου ιεʹ· ἐπειδὴ Σε․․․
[․․․․․․․․․]υατος Δαμασκηνὸς ὁ [καὶ]
5 [Λακεδαιμ]νιος, ἐπιδημήσας ἡμ[ῶν]
[τῇ πό]λει ἐπὶ τῷ ἀγωνίσασθαι τὸ[ν]
[τῶν Πυθ]ίων ἀγῶνα, οὐ μόνον ἠγω[νί]-
σατ̣[ο ἀν]αλόγως τῆς πρὸς τὸν θεὸ[ν ἡ]-
μῶν [ε]ὐσεβείας, ἐνκωμιάσας αὐτ[ὸν]
10 ἀξίως τῆς περὶ αὐτὸν θειότητος ὡ[ς τῶν]
ἐπιβαλλ̣όντων τ[υ]χεῖν στεφάνων, ἀλ[λὰ καὶ]
ἠθῶν ἐπ̣[εδε]ίξατο σεμνότητα· [ἔδοξεν]
τῇ Δελφ[ῶ]ν πόλει· τετειμῆσθαι [αὐτὸν πο]-
λειτείᾳ, προμαντείᾳ, προθυσί[ᾳ, ἐνκτή]-
15 σει γᾶς καὶ ο[ἰκ]ίας, ἄλλαις τ[ειμαῖς ὅ]-
σας οἱ ἀγαθο[ὶ ἄν]δρες παρ[ὰ τῆς πόλεως]
λαμβάνουσι.
Search Help
Contact Us