[ ]
Phokis — Delphi — end 1st c. AD
1 | θεός. τύχα ἀγαθά. |
Δελφῶν ἡ πόλις ἔδωκεν πολειτείαν | |
Ἀμφικτύοσιν Νεικοπολειτῶν τῶν πρὸς | |
τῷ [Ἀ]κτίῳ Πο. Κορνηλίῳ Ἰουλιανῷ Εὐπόρῳ, | |
5 | [Κλ.? Ἀ]φεινίῳ Σωτίωνι, Πο. Κορνηλίῳ Εὐπόρῳ |
[Λού]πῳ, Πο. Κορνηλίῳ [Κέ]ρδωνι, τειμῆς ἕ[νεκα] | |
[καὶ τῆς] πρὸς τὸν θεὸν αὐτῶν ἐξαιρέτου θρ[η]- | |
σκείας καὶ τῆ[ς π]ρὸς τὴν πόλι[ν] ἡμῶν εὐ[νοίας· ἐ]- | |
ποίησαν δὲ καὶ βουλευτὰς αὐτοὺς ἐξαιρέ- | |
10 | τως τειμῶντες διά τε τὸ ἀξίωμα αὐτῶν καὶ |
διὰ τὴν πρὸς τὴν {πρὸς τὴν} πόλιν αὐτῶν | |
εὔνοιαν, καὶ τἆλλα δὲ τείμια ἔδοσαν αὐτοῖς | |
ὅσα τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δίδοται. | |
ἄρχοντος Σείμου τοῦ Ἐπάνδρου, μηνὸς | |
15 | Εἰλαίου, βουλευόντων δὲ Δομιτίου Ὑγίνου, |
Οὐρρίου Παύλου, Εὐαμέρου τοῦ Ὀνησιφόρου, | |
Μηνίου τοῦ Μηνίου. |