[ ]
Phokis — Delphi — end 1st c. AD
| 1 | θεός. τύχα ἀγαθά. |
| Δελφῶν ἡ πόλις ἔδωκεν πολειτείαν | |
| Ἀμφικτύοσιν Νεικοπολειτῶν τῶν πρὸς | |
| τῷ [Ἀ]κτίῳ Πο. Κορνηλίῳ Ἰουλιανῷ Εὐπόρῳ, | |
| 5 | [Κλ.? Ἀ]φεινίῳ Σωτίωνι, Πο. Κορνηλίῳ Εὐπόρῳ |
| [Λού]πῳ, Πο. Κορνηλίῳ [Κέ]ρδωνι, τειμῆς ἕ[νεκα] | |
| [καὶ τῆς] πρὸς τὸν θεὸν αὐτῶν ἐξαιρέτου θρ[η]- | |
| σκείας καὶ τῆ[ς π]ρὸς τὴν πόλι[ν] ἡμῶν εὐ[νοίας· ἐ]- | |
| ποίησαν δὲ καὶ βουλευτὰς αὐτοὺς ἐξαιρέ- | |
| 10 | τως τειμῶντες διά τε τὸ ἀξίωμα αὐτῶν καὶ |
| διὰ τὴν πρὸς τὴν {πρὸς τὴν} πόλιν αὐτῶν | |
| εὔνοιαν, καὶ τἆλλα δὲ τείμια ἔδοσαν αὐτοῖς | |
| ὅσα τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δίδοται. | |
| ἄρχοντος Σείμου τοῦ Ἐπάνδρου, μηνὸς | |
| 15 | Εἰλαίου, βουλευόντων δὲ Δομιτίου Ὑγίνου, |
| Οὐρρίου Παύλου, Εὐαμέρου τοῦ Ὀνησιφόρου, | |
| Μηνίου τοῦ Μηνίου. |