[ ]
Phokis — Delphi — 117-138 AD — SIG(3) 830
| 1 | θεός. τύχα ἀγαθά. |
| μηνὶ Ποι{ο}τροπίῳ {²⁶Ποιτροπίῳ}²⁶ γʹ, ἐν ἐννόμῳ | |
| δαμιουργίῳ· ἔδοξεν τοῖς | |
| δαμιουργοῖς· Γ. Ἰουλίῳ Πούδεν- | |
| 5 | τι φρουμενταρίῳ λεγιῶν<ο>ς πρώ- |
| της Ἰταλικῆς στρατιώτῃ ἐπὶ τῶν | |
| ἔργων ὄντι τῶν κατασκευαζομέ- | |
| [ν]ων ὑπὸ τοῦ κυρίου Καίσαρος Τρα- | |
| [ιαν]οῦ Ἁδριανοῦ Σεβαστοῦ, καλῶς | |
| 10 | [καὶ] αἰδημόνως ἐπιδημοῦντι, δο[ῦ]- |
| ναι πολειτείαν. | |
| [ἄ]ρχοντος Αὐτοκράτορος Καίσαρος Τρα- | |
| ιανοῦ Ἁδριανοῦ Σεβαστοῦ. |