[ ] Phokis — Delphi — ca. 165 AD — SIG(3) 868B
1                     [θεός]. τύχα ἀγαθά.
Δελφοὶ ἔδωκαν Βακχίῳ Τρύφ[ωνος, καθ’ ὑοθεσίαν]
  δὲ Γαίου, Παφίῳ, καὶ Ζωσίμῳ τῷ καὶ Σω[τ]ί̣[μῳ](?)
  Χαροπείνου καὶ Κλαυδίῳ Νεικοστράτῳ Ἀθη-
5   ναίοις καὶ Μ. Σεξτίῳ Κορνηλιανῷ Μαλλώτῃ, φιλοσό-
  φοις πλατωνικοῖς, αὐτοῖς καὶ τέκνοις αὐ-
  τῶν, πολειτείαν, προξενίαν, προδικίαν, γᾶς
  καὶ οἰκίας ἔνκτησιν καὶ τἆλλα τείμια ὅσα τοῖς
  καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δίδοται. ἄρχον-
10   τος Εὐβουλίδου τοῦ Εὐβουλίδου.
Search Help
Contact Us