[ ] Phokis — Delphi — undated
1       θεός.   τύχα ἀγαθά.
Δελφοὶ ἔδωκαν Δίωνι̣ [․․․․․․․․]κ̣[․․․]
ἰατρῷ πολιτείαν αὐτῷ καὶ ἐγγόνοις
αὐτοῦ, προμαντείαν, προξενί[αν, προ]-
5 εδρίαν, ἀσυλίαν, προδικίαν, ἀτέλεια[ν],
γᾶς καὶ οἰκίας ἔνκτησιν, καὶ [τἆλλα τ]είμι[α]
ὅσα τοῖς καλοῖς κἀγαθοῖς ἀν[δρά]σι δί-
δοται. ἄρχοντος Μ. Πακο[υίο]υ Ὀπτά-
τ̣ο̣[υ].
Search Help
Contact Us