[ ]
Phokis — Delphi — ca. 85 AD
1 | ἀγαθᾷ τύχᾳ. |
ἄρχοντος ἐν Δε[λφο]ῖς Ξεναγόρα τοῦ Ἁβρομάχου τὸ γʹ, μηνὸς Ἀμαλίου κʹ, βουλευόντω[ν δὲ] Ἀστο- | |
ξένου τοῦ Εὐκ[λεί]δου καὶ Διονυσίου τοῦ Παραμόνου, Κλεόδαμος Εὐφροσύνο[υ ἀπ]έδοτο | |
τῷ θεῷ σώμα[τα δύο], ἀνδ[ρ]ῆον καὶ γυναικῆον, οἷς ὀνόματα Ὀνασώ, ἐτῶν ζʹ, καὶ Πρεῖμος, [ἐτ]ῶν μʹ, τει- | |
5 | μᾶς ἀργυρίου μ[νᾶ]ν δʹ· καὶ τὰν τειμὰν ἀπέχω πᾶσ[αν], καθὼς ἐπίστευσα τῷ θεῷ τὰν [ὠ]νὰν Κλεό- |
δαμος Εὐφροσ[ύν]ου, ἐφ’ ᾧ —— παραμεινάτω Πρεῖμος καὶ Ὀνασὼ Κλεοδάμῳ τὸν τᾶς ζω[ᾶ]ς χρόνον, | |
ποιοῦντες τὰ ἐπι[τ]ασσόμενα· ἐὰν δὲ μὴ ποιῶσι τὰ ἐπιτασσόμενα, ἐξουσίαν ἐχέτω Κ[λεό]δαμος | |
ἅν κα θέλῃ κατ’ αὐτῶν —— ἐλεύθερα εἶμεν καὶ ἀνέφαπτα τὸν πάντα βίον, μηδενὶ μηδὲν προσήκον- | |
τα κατὰ μηδένα τ[ρ]όπον. —— εἰ δέ τις ἐφάπτοιτο <ἐπὶ> καταδουλισμῷ, βέβαιον παρεχέτω [τῷ θ]εῷ τὰν ὠ- | |
10 | νὰν ὅ <τ>ε ἀποδόμενος καὶ <ὁ> βεβαιωτήρ· καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων κ[αὶ ἀ]φαιρούμε- |
[ν]ος Ὀνασὼ {ν} καὶ Πρεῖμον ὡς ἐλευθέρους ὄντας, ἀζάμιος ὢν καὶ ἀν<υ>πόδικος [πάσας] δίκας | |
[καὶ] ζημίας. τίθ[ε]μαι τὰν ὠνὰν κατὰ τὸν νόμον, τὴν μὲν ἰς τὸ ἱερὸν χαράξας [τοῦ Ἀπόλλ]ωνος, | |
[τὴ]ν δὲ εἰς τὸ δη[μό]σιον τεῦχος. καθέστακα δὲ καὶ βεβαιωτῆρα Γ. Ἑλβίδιον Λέων[α. <ἐλεύθεροι δ’ ὄντων> μετὰ τὰ]ν Κλε- | |
[οδ]άμου τελευ[τάν, μ]ηδενὶ μηδὲ[ν προ]σήκο[ντ]ες κατὰ μηδέ[να] τρόπον. χ[είρ Γ. Ἑλβιδίου Λέων]ο[ς]· | |
15 | [γέγονα βεβαιωτὴρ κατασταθεὶς ὑπὸ Κλεοδά]μου τοῦ Εὐφροσύνου ἐπὶ τᾶς π[ρογεγραμ]μένας |
[ὠνᾶς. χεὶρ τοῦ ἀποδομένου Κλεοδάμου τοῦ] Εὐφροσύνου. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
Γ. Μέμμιο[ς Εὐθύδαμος, Εὐκλείδας] Ἀστοξένου. |