[ ]
Phokis — Delphi — 94 BC? — SGDI 2738
1 | θεό[ς]. τύχαν [ἀ]γα[θάν]. |
ἄρχοντος Κλεοδάμου τοῦ Κλέωνος, βου[λευόντων] | |
τὰν πρώταν ἑξάμηνον Κλεάνδρου τοῦ Τίμωνος, Δα[μοκράτεος] | |
τοῦ Τείσωνος, γραμματεύοντος δὲ βουλᾶς Νικία τ[οῦ Κλέωνος], | |
5 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι, σὺμ ψάφ[οις ταῖς ἐννόμοις]· |
ἐπεὶ βασιλεὺς Νικομήδης βασιλέως Νικομήδεος καὶ βασίλισσα Λαο[δίκα βασιλέως Μι]- | |
θραδάτου εὐσεβῶς μὲν διακείμενοι τυγχάνοντι ποτὶ τὸν θεὸν [εὐνοϊκῶς δὲ καὶ] | |
ποτὶ τὰν πόλιν τῶν Δελφῶν, ἀποσταλέντων τε παρὰ τᾶς πόλιος πρε[σβευτᾶν τῶν] | |
αἰτησομένων σώματα τῶι τε θεῶι καὶ τᾶι πόλει, Ἀριστοκλέος τοῦ Ἡρ[άκωνος, Ὑβρία τοῦ] | |
10 | Ξένωνος, ἄξια πράσσοντες αὐτοσαυτῶν τε καὶ τῶν προγόνων, ἐπαγγ[είλαντο τὰ σώματα], |
ἃ καὶ ἐξαπέστειλαν, συνθέντες Βίαντι τῶι πρεσβευτᾷ ἀποκατασ[τᾶσαι τῶι τε θεῶι καὶ] | |
τᾶι πόλει, ἃ καὶ παρέδωκε Βίας διὰ τῶν προγεγραμμένων ἀρχόντω[ν ἐν τᾶι πρώται ἐκ]- | |
κλησίαι, σώματα τριάκοντα, ἃ καὶ ἔδοξε τᾶι πόλει διατάξαι [ἐπὶ τὰς ὑπηρεσίας], | |
καὶ δόμεν τοῖς μὲν ταμίαις Κλέωνι Ἥρυος καὶ Ταραντίνω[ι Δρομοκλείδα πο]- | |
15 | τὶ τὰς ὄεις τὰς ἱερὰς σώματα πέντε, οἷς ὀνόματα τὰ μετο[νομασθέντα ․․․․․․․] |
σίων, Φωσφόρος, Ἱεροκλῆς, Ἡλιόδωρος, Ἴων, καὶ ποτὶ τὰς αἶγας τὰς ἱερ[ὰς ․․․․․․․․․․․․] | |
σιθέου Μένωνα, Δῶρον, Ῥόδωνα, Ἱππίαν, Λυκέαν, καὶ Θεοξένωι ποτὶ [τὰς βοῦς τὰς ἱερὰς] | |
Ὑπατόδωρον, Ὀνάσιμον, Νικηφόρον, Δημήτριον, καὶ ποτὶ τὰς ἵππου[ς τὰς ἱερὰς Εὐκλείδαι] | |
Καλλία, Ἀστοξένωι Διονυσίου Κέρδωνα, Παρνασσόν, Νυμφῶν[α, ․․․․․․․․․․․, καὶ παι]- | |
20 | δάρια ἐπὶ τέχναν τὰν τεκτονικὰν Ἀντάλλωι καὶ Ἡρακλείδαι Νικο[․․․․․․, ․․․․․․․․․, ․․․․․․]- |
σον, καὶ παιδάριον ἐπὶ τέχναν Εὐαμέρωι ἀρτοκόπον Ὀλύμπιχον, καὶ [․․․․․․․․․․ παιδάριον] | |
ἐπὶ τέχναν μάγειρον Ὀφελίωνα, καὶ παλαιστροφύλακα Ἑρ[μα]ῖο[ν καὶ τοῖς ναοκόροις] | |
ἐν τῶι ἱερῶι ὑπ<η>ρετήσοντας Λέωνα, Δορίμαχον, Σόφων[α, ․․․․․․․․․․․․, καὶ κερα]- | |
μεῖς ἐπὶ τέχναν Ὀλυμπιόδωρον, Ὀνασαγόραν· ὅπως [οὖν καὶ ἁ πόλις φανε]- | |
25 | ρὰ γίνηται καταξίας ἀπονέμουσα [χ]άριτας τοῖς εὐεργε[τεῖν αὐτὰν προαι]- |
ρειμένοις, ἀγαθᾶι τύχαι, δεδόχθα[ι τᾶι] π[ό]λει τῶν Δελ[φῶν ἐπαινέσαι βασι]- | |
λέα Νικομήδη βασιλέος Νι[κ]ομήδεος καὶ βασίλισσαν Λα[οδίκαν βασιλέος Μι]- | |
θριδάτου, καὶ στεφανῶσαι αὐτοὺς ἑκατέρους τῶι τε τοῦ θε[οῦ στεφάνωι ὧι πάτρι]- | |
όν ἐστι Δελφοῖς καὶ εἰκόνι χαλκέαι· ἀναγορεῦσαι δὲ τοὺς στ[εφάνους τὰν ἀρχὰν] | |
30 | ἐν τῶι ἀγῶνι τῶν Πυθίων, κάρυγμα ποι[η]σαμέναν τόδε· "ἁ πόλις τῶν Δε[λφῶν στεφανοῖ <βασιλέα> Νικο]- |
[μ]ήδη βασιλέος Νικομήδεος <καὶ βασίλισσαν Λαοδίκαν βασιλέος Μιθριδάτου> τῶι τοῦ θεοῦ στεφάνωι καὶ εἰκόνι χαλκέαι ἑ[κατέρους φιλανθρω]- | |
[πία]ς ἕνεκεν καὶ εὐσεβείας ἇς ἔχοντι ποτί τε τὸν θεὸν καὶ ποτὶ τὰν [πόλιν τῶν Δελφῶν]· | |
[καὶ ἀνα]στάσοντι δὲ τὰς [εἰ]κόνας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ [Πυθίου ἐν ἐπιφανεστά]- | |
[τωι τό]πωι", κα[ὶ δεδ]όσθαι βα[σιλ]εῖ Νι[κομή]δει καὶ βασιλ[ίσσαι Λ]αοδ[ίκαι παρὰ τᾶς πόλιος, αὐτοῖς] | |
35 | [καὶ ἐκγ]όν[οις αὐτῶν, π]ροξε[νίαν, προμαντείαν, προδικίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις] |
οἷς ἁ πό[λις] τίθητι, καὶ τἆλλα τίμια ὅσα [καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ]- | |
πάρχει, [ἀν]αγρ[ά]ψαι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντα[ς τοὺ]ς ἐν[άρχους ἐν τῶι ἐπιφανεστάτωι τοῦ ἱεροῦ] | |
τόπῳ ἐπ[ὶ τ]ὰν βά[σιν τ]οῦ πάπ<π>ου αὐτῶν Προυσί[α, παρ]ακαλέ[σαι] δὲ κ[αὶ τ]ὸν πρε[σβευτὰν Βίαντα ἐπὶ ξένια ἐν τὸ] | |
πρυτανεῖον· ὅπως δὲ καὶ ὁ βασιλεὺς Νικομήδης καὶ <ἁ> βασίλισσα Λαοδί[κα εἰδῶντι, ἀποστεῖλαι ποτ’ αὐτοὺς ἀντίγραφον]. |