FD III 4:77
[ ] Phokis — Delphi — 94 BC? — SGDI 2738
1      θεό[ς].    τύχαν    [ἀ]γα[θάν].
ἄρχοντος Κλεοδάμου τοῦ Κλέωνος, βου[λευόντων]
τὰν πρώταν ἑξάμηνον Κλεάνδρου τοῦ Τίμωνος, Δα[μοκράτεος]
τοῦ Τείσωνος, γραμματεύοντος δὲ βουλᾶς Νικία τ[οῦ Κλέωνος],
5 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν, ἐν ἀγορᾶι τελείωι, σὺμ ψάφ[οις ταῖς ἐννόμοις]·
ἐπεὶ βασιλεὺς Νικομήδης βασιλέως Νικομήδεος καὶ βασίλισσα Λαο[δίκα βασιλέως Μι]-
θραδάτου εὐσεβῶς μὲν διακείμενοι τυγχάνοντι ποτὶ τὸν θεὸν [εὐνοϊκῶς δὲ καὶ]
ποτὶ τὰν πόλιν τῶν Δελφῶν, ἀποσταλέντων τε παρὰ τᾶς πόλιος πρε[σβευτᾶν τῶν]
αἰτησομένων σώματα τῶι τε θεῶι καὶ τᾶι πόλει, Ἀριστοκλέος τοῦ Ἡρ[άκωνος, Ὑβρία τοῦ]
10 Ξένωνος, ἄξια πράσσοντες αὐτοσαυτῶν τε καὶ τῶν προγόνων, ἐπαγγ[είλαντο τὰ σώματα],
ἃ καὶ ἐξαπέστειλαν, συνθέντες Βίαντι τῶι πρεσβευτᾷ ἀποκατασ[τᾶσαι τῶι τε θεῶι καὶ]
τᾶι πόλει, ἃ καὶ παρέδωκε Βίας διὰ τῶν προγεγραμμένων ἀρχόντω[ν ἐν τᾶι πρώται ἐκ]-
κλησίαι, σώματα τριάκοντα, ἃ καὶ ἔδοξε τᾶι πόλει διατάξαι [ἐπὶ τὰς ὑπηρεσίας],
καὶ δόμεν τοῖς μὲν ταμίαις Κλέωνι Ἥρυος καὶ Ταραντίνω[ι Δρομοκλείδα πο]-
15 τὶ τὰς ὄεις τὰς ἱερὰς σώματα πέντε, οἷς ὀνόματα τὰ μετο[νομασθέντα ․․․․․․․]
σίων, Φωσφόρος, Ἱεροκλῆς, Ἡλιόδωρος, Ἴων, καὶ ποτὶ τὰς αἶγας τὰς ἱερ[ὰς ․․․․․․․․․․․․]
σιθέου Μένωνα, Δῶρον, Ῥόδωνα, Ἱππίαν, Λυκέαν, καὶ Θεοξένωι ποτὶ [τὰς βοῦς τὰς ἱερὰς]
Ὑπατόδωρον, Ὀνάσιμον, Νικηφόρον, Δημήτριον, καὶ ποτὶ τὰς ἵππου[ς τὰς ἱερὰς Εὐκλείδαι]
Καλλία, Ἀστοξένωι Διονυσίου Κέρδωνα, Παρνασσόν, Νυμφῶν[α, ․․․․․․․․․․․, καὶ παι]-
20 δάρια ἐπὶ τέχναν τὰν τεκτονικὰν Ἀντάλλωι καὶ Ἡρακλείδαι Νικο[․․․․․․, ․․․․․․․․․, ․․․․․․]-
σον, καὶ παιδάριον ἐπὶ τέχναν Εὐαμέρωι ἀρτοκόπον Ὀλύμπιχον, καὶ [․․․․․․․․․․ παιδάριον]
ἐπὶ τέχναν μάγειρον Ὀφελίωνα, καὶ παλαιστροφύλακα Ἑρ[μα]ῖο[ν καὶ τοῖς ναοκόροις]
ἐν τῶι ἱερῶι ὑπ<η>ρετήσοντας Λέωνα, Δορίμαχον, Σόφων[α, ․․․․․․․․․․․․, καὶ κερα]-
μεῖς ἐπὶ τέχναν Ὀλυμπιόδωρον, Ὀνασαγόραν· ὅπως [οὖν καὶ ἁ πόλις φανε]-
25 ρὰ γίνηται καταξίας ἀπονέμουσα [χ]άριτας τοῖς εὐεργε[τεῖν αὐτὰν προαι]-
ρειμένοις, ἀγαθᾶι τύχαι, δεδόχθα[ι τᾶι] π[ό]λει τῶν Δελ[φῶν ἐπαινέσαι βασι]-
λέα Νικομήδη βασιλέος Νι[κ]ομήδεος καὶ βασίλισσαν Λα[οδίκαν βασιλέος Μι]-
θριδάτου, καὶ στεφανῶσαι αὐτοὺς ἑκατέρους τῶι τε τοῦ θε[οῦ στεφάνωι ὧι πάτρι]-
όν ἐστι Δελφοῖς καὶ εἰκόνι χαλκέαι· ἀναγορεῦσαι δὲ τοὺς στ[εφάνους τὰν ἀρχὰν]
30 ἐν τῶι ἀγῶνι τῶν Πυθίων, κάρυγμα ποι[η]σαμέναν τόδε· "ἁ πόλις τῶν Δε[λφῶν στεφανοῖ <βασιλέα> Νικο]-
[μ]ήδη βασιλέος Νικομήδεος <καὶ βασίλισσαν Λαοδίκαν βασιλέος Μιθριδάτου> τῶι τοῦ θεοῦ στεφάνωι καὶ εἰκόνι χαλκέαι ἑ[κατέρους φιλανθρω]-
[πία]ς ἕνεκεν καὶ εὐσεβείας ἇς ἔχοντι ποτί τε τὸν θεὸν καὶ ποτὶ τὰν [πόλιν τῶν Δελφῶν]·
[καὶ ἀνα]στάσοντι δὲ τὰς [εἰ]κόνας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ [Πυθίου ἐν ἐπιφανεστά]-
[τωι τό]πωι", κα[ὶ δεδ]όσθαι βα[σιλ]εῖ Νι[κομή]δει καὶ βασιλ[ίσσαι Λ]αοδ[ίκαι παρὰ τᾶς πόλιος, αὐτοῖς]
35 [καὶ ἐκγ]όν[οις αὐτῶν, π]ροξε[νίαν, προμαντείαν, προδικίαν, ἀτέλειαν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις]
οἷς ἁ πό[λις] τίθητι, καὶ τἆλλα τίμια ὅσα [καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος ὑ]-
πάρχει, [ἀν]αγρ[ά]ψαι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντα[ς τοὺ]ς ἐν[άρχους ἐν τῶι ἐπιφανεστάτωι τοῦ ἱεροῦ]
τόπῳ ἐπ[ὶ τ]ὰν βά[σιν τ]οῦ πάπ<π>ου αὐτῶν Προυσί[α, παρ]ακαλέ[σαι] δὲ κ[αὶ τ]ὸν πρε[σβευτὰν Βίαντα ἐπὶ ξένια ἐν τὸ]
πρυτανεῖον· ὅπως δὲ καὶ ὁ βασιλεὺς Νικομήδης καὶ <ἁ> βασίλισσα Λαοδί[κα εἰδῶντι, ἀποστεῖλαι ποτ’ αὐτοὺς ἀντίγραφον].
Search Help
Contact Us